John 1:19-25

BGB(i) 19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν “Σὺ τίς εἶ;” 20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι “Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός.” 21 Καὶ ἠρώτησαν αὐτόν “Τί οὖν; σὺ Ἠλίας εἶ;” Καὶ λέγει “Οὐκ εἰμί.” “Ὁ προφήτης εἶ σύ;” Καὶ ἀπεκρίθη “Οὔ.” 22 Εἶπαν οὖν αὐτῷ “Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;” 23 Ἔφη “Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ‘Εὐθύνατε τὴν ὁδὸν Κυρίου,’” καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. 24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ “Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;”