Matthew 13:44

BGB(i) 44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ ‹πάντα› ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.