1 Chronicles 27:16-22

Brenton_Greek(i) 16 Καὶ ἐπὶ τῶν φυλῶν Ἰσραὴλ, τῷ Ῥουβὴν ἡγούμενος Ἐλιέζερ ὁ τοῦ Ζεχρί· τῷ Συμεὼν, Σαφατίας ὁ τοῦ Μααχά. 17 Τῷ Λευὶ, Ἀσαβίας ὁ τοῦ Καμουήλ· τῷ Ἀαρὼν, Σαδώκ. 18 Τῷ Ἰούδᾳ, Ἐλιὰβ τῶν ἀδελφῶν Δαυίδ· τῷ Ἰσσάχαρ, Ἀμβρὶ ὁ τοῦ Μιχαήλ. 19 Τῷ Ζαβουλὼν, Σαμαΐας ὁ τοῦ Ἀβδίου· τῷ Νεφθαλὶ, Ἰεριμὼθ ὁ τοῦ Ὀζιήλ. 20 Τῷ Ἐφραὶμ, Ὠσὴ ὁ τοῦ Ὀζίου· τῷ ἡμίσει φυλῆς Μανασσῆ, Ἰωὴλ υἱὸς Φαδαΐα. 21 Τῷ ἡμίσει φυλῆς Μανασσῆ τῷ ἐν γῇ Γαλαὰδ, Ἰαδαῒ ὁ τοῦ Ζαδαίου· τοῖς υἱοῖς Βενιαμὶν, Ἰασιὴλ ὁ τοῦ Ἀβεννήρ. 22 Τῷ Δὰν, Ἀζαριὴλ ὁ τοῦ Ἰρωάβ· οὗτοι πατριάρχαι τῶν φυλῶν Ἰσραήλ.