1 Kings 17:18-24

Brenton_Greek(i) 18 Καὶ εἶπε πρὸς Ἠλιοὺ, τί ἐμοὶ καὶ σοί ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρὸς μὲ τοῦ ἀναμνῆσαι ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου;
19 Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὴν γυναῖκα, δός μοι τὸν υἱόν σου· καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς, καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης. 20 Καὶ ἀνεβόησεν Ἠλιοὺ, καὶ εἶπεν, οἴ μοι Κύριε, ὁ μάρτυς τῆς χήρας μεθʼ ἧς ἐγὼ κατοικῶ μετʼ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. 21 Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρὶς, καὶ ἐπεκαλέσατο τὸν Κύριον, καὶ εἶπε, Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν. 22 Καὶ ἐγένετο οὕτως· καὶ ἀνεβόησε τὸ παιδάριον. 23 Καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον, καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ἠλιοὺ, βλέπε, ζῇ ὁ υἱός σου. 24 Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιοὺ, ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος Θεοῦ, καὶ ῥῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.