1 Samuel 14:16-20

Brenton_Greek(i) 16 Καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβαὰ Βενιαμὶν, καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν. 17 Καὶ εἶπε Σαοὺλ τῷ λαῷ τῷ μετʼ αὐτοῦ, ἐπισκέψασθε δὴ, καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ἰωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ. 18 Καὶ εἶπε Σαοὺλ τῷ Ἀχιᾷ, προσάγαγε τὸ ἐφούδ· ὅτι αὐτὸς ᾖρε τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ἰσραήλ. 19 Καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνε· καὶ εἶπε Σαοὺλ πρὸς τὸν ἱερέα, συνάγαγε τὰς χεῖράς σου.
20 Καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου· καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα.