1 Samuel 4:17-20

Brenton_Greek(i) 17 Καὶ ἀπεκρίθη τὸ παιδάριον, καὶ εἶπε, πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοὶ σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. 18 Καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσιν ἔτη.
19 Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν, καὶ ἤκουσε τὴν ἀγγελίαν, ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ, καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπʼ αὐτὴν ὠδῖνες αὐτῆς· 20 Καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει· καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ, μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς.