Brenton_Greek(i)
4 Καὶ εἰσήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας, καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλῖτος τὸ πρὸς ἀνατολὰς, καὶ εἶπεν αὐτοῖς, 5 ἀκούσατε οἱ Λευῖται· νῦν ἁγνίσθητε, καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν, καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων. 6 Ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου Θεοῦ ἡμῶν, καὶ ἐγκατέλιπαν αὐτὸν, καὶ ἀπέστρεψαν τὸ πρόσωπον αὐτῶν ἀπὸ τῆς σκηνῆς Κυρίου, καὶ ἔδωκαν αὐχένα, 7 καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ, καὶ ἔσβεσαν τοὺς λύχνους, καὶ θυμίαμα οὐκ ἐθυμίασαν, καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ Θεῷ Ἰσραήλ. 8 Καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ, καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμὸν ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν. 9 Καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν ἐν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν. 10 Ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην μου, διαθήκην Κυρίου Θεοῦ Ἰσραὴλ, καὶ ἀποστρέψει τὴν ὀργὴν τοῦ θυμοῦ αὐτοῦ ἀφʼ ἡμῶν. 11 Καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ᾑρέτικε Κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν, καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ θυμιῶντας.