2 Chronicles 31:5-12

Brenton_Greek(i) 5 Καὶ ὡς προσέταξε τὸν λόγον, ἐπλεόνασεν Ἰσραὴλ ἀπαρχὴν σίτου, καὶ οἴνου, καὶ ἐλαίου, καὶ μέλιτος, καὶ πᾶν γέννημα ἀγροῦ, καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ καὶ Ἰούδα. 6 Καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων, καὶ ἐπιδέκατα αἰγῶν, καὶ ἡγίασαν τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς. 7 Ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ σωροὶ θεμελιοῦσθαι, καὶ ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ συνετελέσθησαν. 8 Καὶ ἦλθεν Ἐζεκίας καὶ οἱ ἄρχοντες, καὶ εἶδον τοὺς σωροὺς, καὶ ηὐλόγησαν τὸν Κύριον καὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ. 9 Καὶ ἐπυνθάνετο Ἐζεκίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὑπὲρ τῶν σωρῶν. 10 Καὶ εἶπε πρὸς αὐτὸν Ἀζαρίας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδὼκ, καὶ εἶπεν, ἐξ οὗ ἦρκται ἡ ἀπαρχὴ φέρεσθαι εἰς οἶκον Κυρίου, ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν ἕως εἰς πλῆθος, ὅτι Κύριος ηὐλόγησε τὸν λαὸν αὐτοῦ, καὶ κατελίπομεν ἐπὶ τὸ πλῆθος τοῦτο.
11 Καὶ εἶπεν Ἐζεκίας ἔτι ἑτοιμάσαι παστοφόρια εἰς οἶκον Κυρίου· καὶ ἡτοίμασαν, 12 καὶ ἤνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει· καὶ ἐπʼ αὐτῶν ἐπιστάτης Χωνενίας ὁ Λευίτης, καὶ Σεμεῒ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος·