Brenton_Greek(i)
2 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβὰ, τί ταῦτά σοι; καὶ εἶπε Σιβὰ, τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ. 3 Καὶ εἶπεν ὁ βασιλεὺς, καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα, ἰδοὺ κάθηται ἐν Ἱερουσαλὴμ, ὅτι εἶπε, σήμερον ἐπιστρέψουσί μοι οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου.