Brenton_Greek(i)
21 Καὶ διαστελεῖ αὐτὸν Κύριος εἰς κακὰ ἐκ πάντων υἱῶν Ἰσραὴλ, κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου.
22 Καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα οἱ υἱοὶ ὑμῶν, οἳ ἀναστήσονται μεθʼ ὑμᾶς, καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς, ἃς ἀπέστειλε Κύριος ἐπʼ αὐτὴν, 23 θεῖον καὶ ἅλα κατακεκαυμένον· πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται, οὐδὲ ἀνατελεῖ, οὐδὲ μὴ ἀναβῇ ἐπʼ αὐτὴν πᾶν χλωρόν, ὥσπερ κατεστράφη Σόδομα και Γόμοῤῥα, Ἀδαμὰ καὶ Σεβωῒμ, ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ ὀργῇ· 24 Καὶ ἐροῦσι πάντα τὰ ἔθνη, διατί ἐποίησε Κύριος οὕτω τῇ γῇ ταύτῃ; τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος;