Exodus 15:22-25

Brenton_Greek(i) 22 Ἐξῇρε δὲ Μωυσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ ηὕρισκον ὕδωρ, ὥστε πιεῖν. 23 Ἦλθον δὲ εἰς Μεῤῥᾶ, καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία. 24 Καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυσῇ, λέγοντες, τί πιόμεθα; 25 Ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον· καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ· ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις· καὶ ἐκεῖ αὐτὸν ἐπείρασε,