Brenton_Greek(i)
18 Τὸ ὄρος τὸ Σινὰ ἐκαπνίζετο ὅλον, διὰ τὸ καταβεβηκέναι ἐπʼ αὐτὸ τὸν Θεὸν ἐν πυρί· καὶ ἀνέβαινεν ὁ καπνὸς, ὡσεὶ καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα. 19 Ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωυσῆς ἐλάλησεν, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. 20 Κατέβη δὲ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ ἐκάλεσε Κύριος Μωυσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ ἀνέβη Μωυσῆς.