Exodus 38

Brenton_Greek(i) 1 38:22(38:1) Οὗτος ἐποίησε τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων τῶν χαλκῶν, ἃ ἦσαν τοῖς ἀνδράσι τοῖς καταστασιάσασι μετὰ τῆς Κορὲ συναγωγῆς· 2 3 38:23(38:3) Οὗτος ἐποίησε πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου, καὶ τὸ πυρεῖον αὐτοῦ, καὶ τὴν βάσιν, καὶ τὰς φιάλας, καὶ τὰς κρεάγρας τὰς χαλκᾶς· 4 38:24(38:4) Οὗτος ἐποίησε θυσιαστηρίῳ παράθεμα, ἔργον δικτυωτὸν κάτωθεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡμίσους αὐτοῦ· καὶ ἐπέθηκεν αὐτῷ τέσσαρας δακτυλίους ἐκ τῶν τεσσάρων μερῶν τοῦ παραθέματος τοῦ θυσιαστηρίου χαλκοῦς, εὐρεῖς τοῖς μοχλοῖς, ὥστε αἴρεν ἐν αὐτοῖς τὸ θυσιαστήριον· 5 6 7 8 38:26(38:8) Οὗτος ἐποίησε τὸν λουτῆρα τὸν χαλκοῦν, καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν, αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐν ᾗ ἡμέρᾳ ἔπηξεν αὐτήν.
9 37:7(38:9) Καὶ ἐποίησαν τὴν αὐλήν τὰ πρὸς λίβα, ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφʼ ἑκατόν· 10 37:8(38:10) καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι. 11 37:9(38:11) Καὶ τὸ κλίτος τὸ πρὸς βοῤῥᾶν, ἑκατὸν ἐφʼ ἑκατὸν· καὶ τὸ κλίτος τὸ πρὸς Νότον, ἑκατὸν ἐφʼ ἑκατόν· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι· 12 37:10(38:12) Καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα· 13 37:11(38:13) Καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων ἱστία, 14 37:12(38:14) πεντεκαίδεκα πήχεων τὸ κατὰ νώτου· καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς· 15 37:13(38:15) Καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τῆς αὐλῆς, αὐλαῖαι πεντεκαίδεκα πήχεων· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς· 16 37:14(38:16) πᾶσαι αἱ αὐλαῖαι τῆς σκηνῆς ἐκ βύσσου κεκλωσμένης. 17 37:15(38:17) Καὶ αἱ βάσεις τῶν στύλων αὐτῶν χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ, καὶ οἱ στῦλοι περιηργυρωμένοι ἀργυρίῳ πάντες οἱ στῦλοι τῆς αὐλῆς· 18 37:16(38:18) καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης· εἴκοσι πήχεων τὸ μῆκος, καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων ἐξισούμενον τοῖς ἱστίοις τῆς αὐλῆς· 19 37:17(38:19) Καὶ οἱ στῦλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. 20 38:21(38:20a) Οὗτος ἐποίησε τοὺς πασσάλους τῆς σκηνῆς, καὶ τοὺς πασσάλους τῆς αὐλῆς χαλκοῦς· 37:18(38:20b) Καὶ πάντες οἱ πάσσαλοι τῆς αὐλῆς κύκλῳ χαλκοῖ, καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίῳ. 21 37:19(38:21) Καὶ αὕτη ἡ σύνταξις τῆς σκηνῆς τοῦ μαρτυρίου, καθὰ συνετάγη Μωυσῇ, τὴν λειτουργίαν εἶναι τῶν Λευιτῶν διὰ Ἰθάμαρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.
22 37:20(38:22) Καὶ Βεσελεὴλ ὁ τοῦ Οὐρείου, ἐκ φυλῆς Ἰούδα, ἐποίησε καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, 23 37:21(38:23) καὶ Ἐλιὰβ ὁ τοῦ Ἀχισαμάχ ἐκ φυλῆς Δὰν, ὃς ἠρχιτεκτόνησε τὰ ὑφαντὰ καὶ τὰ ῥαφιδευτὰ καὶ ποικιλτικὰ, ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ.
24 39:1(38:24) Πᾶν τὸ χρυσίον, ὃ κατειργάσθη εἰς τὰ ἔργα κατὰ πᾶσαν τὴν ἐργασίαν τῶν ἁγίων, ἐγένετο χρυσίου τοῦ τῆς ἀπαρχῆς, ἐννέα καὶ εἴκοσι τάλαντα, καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι κατὰ τὸν σίκλον τὸν ἅγιον· 25 39:2(38:25) Καὶ ἀργυρίου ἀφαίρεμα παρὰ τῶν ἐπεσκεμμένων ἀνδρῶν τῆς συναγωγῆς ἑκατὸν τάλαντα, καὶ χίλιοι ἑπτακόσιοι ἑβδομηκονταπέντε σίκλοι· δραχμὴ μία τῇ κεφαλῇ τὸ ἥμισυ τοῦ σίκλου, κατὰ τὸν σίκλον τὸν ἅγιον· 26 39:3(38:26) Πᾶς ὁ παραπορευόμενος τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω εἰς τὰς ἑξήκοντα μυριάδας, καὶ τρισχίλιοι πεντακόσιοι καὶ πεντήκοντα. 27 39:4(38:27a) Καὶ ἐγενήθη τὰ ἑκατὸν τάλαντα τοῦ ἀργυρίου εἰς τὴν χώνευσιν τῶν ἑκατὸν κεφαλίδων τῆς σκηνῆς, καὶ εἰς τὰς κεφαλίδας τοῦ καταπετάσματος, 39:5(38:27b) ἑκατὸν κεφαλίδες εἰς τὰ ἑκατὸν τάλαντα, τάλαντον τῇ κεφαλίδι· 28 39:6(38:28) Καὶ τοὺς χιλίους ἑπτακοσίους ἑβδομηκονταπέντε σίκλους ἐποίησεν εἰς τὰς ἀγκύλας τοῖς στύλοις· καὶ κατεχρύσωσε τὰς κεφαλίδας αὐτῶν, καὶ κατεκόσμησεν αὐτούς.
29 39:7(38:29) Καὶ ὁ χαλκὸς τοῦ ἀφαιρέματος ἑβδομήκοντα τάλαντα, καὶ χίλιοι πεντακόσιοι σίκλοι· 30 39:8(38:30) Καὶ ἐποίησαν ἐξ αὐτοῦ τὰς βάσεις τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, 31 39:9(38:31a) καὶ τὰς βάσεις τῆς αὐλῆς κύκλῳ, καὶ τὰς βάσεις τῆς πύλης τῆς αὐλῆς, καὶ τοὺς πασσάλους τῆς σκηνῆς, καὶ τοὺς πασσάλους τῆς αὐλῆς κύκλῳ, 39:10(38:31b) καὶ τὸ παράθεμα τὸ χαλκοῦν τοῦ θυσιαστηρίου, καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου, καὶ πάντα τὰ ἐργαλεῖα τῆς σκηνῆς τοῦ μαρτυρίου·