Brenton_Greek(i)
24 Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς Νότον. 25 Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 26 Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, 27 καὶ ἐθυμίασεν ἐπʼ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. 28 29 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς. 30 38:27(40:30) καὶ ἐποίησε τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωυσῆς καὶ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας, εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.
31 32
31 32