Genesis 34

Brenton_Greek(i) 1 Ἐξῆλθε δὲ Δείνα, ἡ θυγάτηρ Λείας, ἣν ἔτεκε τῷ Ἰακὼβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων. 2 Καὶ εἶδεν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμμὼρ ὁ Εὐαῖος, ὁ ἄρχων τῆς γῆς· καὶ λαβὼν αὐτήν, ἐκοιμήθη μετʼ αὐτῆς, καὶ ἐταπείνωσεν αὐτήν. 3 Καὶ προσέσχε τῇ ψυχῇ Δείνας τῆς θυγατρὸς Ἰακώβ· καὶ ἠγάπησε τὴν παρθένον· καὶ ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ. 4 Εἶπε Συχὲμ πρὸς Ἐμμὼρ τὸν πατέρα αὐτοῦ, λέγων, λαβέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα. 5 Ἰακὼβ δὲ ἤκουσεν, ὅτι ἐμίανεν ὁ υἱὸς Ἐμμὼρ Δείναν τὴν θυγατέρα αὐτοῦ· οἱ δὲ υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῷ πεδίῳ· παρεσιώπησε δὲ Ἰακὼβ, ἕως τοῦ ἐλθεῖν αὐτούς. 6 Ἐξῆλθε δὲ Ἐμμὼρ ὁ πατὴρ Συχὲμ πρὸς Ἰακὼβ, λαλῆσαι αὐτῷ. 7 Οἱ δὲ υἱοὶ Ἰακὼβ ἦλθον ἐκ τοῦ πεδίου· ὡς δὲ ἤκουσαν, κατενύγησαν οἱ ἄνδρες, καὶ λυπηρὸν ἦν αὐτοῖς σφόδρα· ὅτι ἄσχημον ἐποίησεν ἐν Ἰσραὴλ, κοιμηθεὶς μετὰ τῆς θυγατρός Ἰακώβ· καὶ οὐχ οὕτως ἔσται. 8 Καὶ ἐλάλησεν Ἐμμὼρ αὐτοῖς, λέγων, Συχὲμ ὁ υἱός μου προείλετο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν· δότε οὖν αὐτὴν αὐτῷ γυναῖκα, 9 καὶ ἐπιγαμβρεύσασθε ἡμῖν· τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν, καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν. 10 Καὶ ἐν ἡμῖν κατοικεῖτε· καὶ ἡ γῆ ἰδοὺ πλατεῖα ἐναντίον ὑμῶν· κατοικεῖτε, καὶ ἐμπορεύεσθε ἐπʼ αὐτῆς, καὶ ἐγκτᾶσθε ἐν αὐτῇ. 11 Εἶπε δὲ Συχὲμ πρὸς τὸν πατέρα αὐτῆς, καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς, εὕροιμι χάριν ἐναντίον ὑμῶν· καὶ ὃ ἐὰν εἴπητε, δώσομεν. 12 Πληθύνατε τὴν φερνὴν σφόδρα, καὶ δώσω καθότι ἂν εἴπητέ μοι, καὶ δώσατέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα.
13 Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Ἰακὼβ τῷ Συχὲμ, καὶ Ἐμμὼρ τῷ πατρὶ αὐτοῦ, μετὰ δόλου· καὶ ἐλάλησαν αὐτοῖς, ὅτι ἐμίαναν Δείναν τὴν ἀδελφὴν αὐτῶν. 14 Καὶ εἶπαν αὐτοῖς Συμεὼν καὶ Λευὶ οἱ ἀδελφοὶ Δείνας, οὐ δυνησόμεθα ποιῆσαι τὸ ῥῆμα τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ, ὃς ἔχει ἀκροβυστίαν· ἔστι γὰρ ὄνειδος ἡμῖν. 15 Μόνον ἐν τούτῳ ὁμοιωθησόμεθα ὑμῖν, καὶ κατοικήσομεν ἐν ὑμῖν, ἐὰν γένησθε ὡς ἡμεῖς καὶ ὑμεῖς, ἐν τῷ περιτμηθῆναι ὑμῶν πᾶν ἀρσενικόν. 16 Καὶ δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν, καὶ ἀπό τῶν θυγατέρων ὑμῶν ληψόμεθα ἡμῖν γυναῖκας, καὶ οἰκήσομεν παρʼ ὑμῖν, καὶ ἐσόμεθα ὡς γένος ἕν. 17 Ἐὰν δὲ μὴ εἰσακούσητε ἡμῶν τοῦ περιτεμέσθαι, λαβόντες τὴν θυγατέρα ἡμῶν ἀπελευσόμεθα. 18 Καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον Ἐμμὼρ, καὶ ἐναντίον Συχὲμ τοῦ υἱοῦ Ἐμμώρ. 19 Καὶ οὐκ ἐχρόνισεν ὁ νεανίσκος τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· ἐνέκειτο γὰρ τῇ θυγατρὶ Ἰακώβ· αὐτὸς δὲ ἦν ἐνδοξότατος πάντων τῶν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. 20 Ἦλθε δὲ Ἐμμὼρ καὶ Συχὲμ ὁ υἱὸς αὐτοῦ πρὸς τὴν πύλην τῆς πόλεως αὐτῶν, καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τῆς πόλεως αὐτῶν, λέγοντες, 21 Οἱ ἄνθρωποι οὗτοι εἰρηνικοί εἰσι, μεθʼ ἡμῶν οἰκείτωσαν ἐπὶ τῆς γῆς, καὶ ἐμπορευέσθωσαν αὐτήν· ἡ δὲ γῆ ἰδοὺ πλατεῖα ἐναντίον αὐτῶν· τὰς θυγατέρας αὐτῶν ληψόμεθα ἡμῖν γυναῖκας, καὶ τὰς θυγατέρας ἡμῶν δώσομεν αὐτοῖς. 22 Ἐν τούτῳ μόνον ὁμοιωθήσονται ἡμῖν οἱ ἄνθρωποι τοῦ κατοικεῖν μεθʼ ἡμῶν, ὥστε εἶναι λαὸν ἕνα, ἐν τῷ περιτεμέσθαι ἡμῶν πᾶν ἀρσενικόν, καθὰ καὶ αὐτοὶ περιτέτμηνται. 23 Καὶ τὰ κτήνη αὐτῶν, καὶ τὰ τετράποδα, καὶ τὰ ὑπάρχοντα αὐτῶν, οὐχ ἡμῶν ἔσται; μόνον ἐν τούτῳ ὁμοιωθῶμεν αὐτοῖς, καὶ οἰκήσουσι μεθʼ ἡμῶν. 24 Καὶ εἰσήκουσαν Ἐμμὼρ καὶ Συχὲμ τοῦ υἱοῦ αὐτοῦ πάντες οἱ ἐμπορευόμενοι τὴν πύλην τῆς πόλεως αὐτῶν· καὶ περιετέμοντο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν πᾶς ἄρσην.
25 Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτε ἦσαν ἐν τῷ πόνῳ, ἔλαβον οἱ δύο υἱοὶ Ἰακὼβ Συμεὼν καὶ Λευὶ, ἀδελφοὶ Δείνας, ἕκαστος τὴν μάχαιραν αὐτοῦ, καὶ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλὼς, καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν. 26 Τόν τε Ἐμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ ἀπέκτειναν ἐν στόματι μαχαίρας· καὶ ἔλαβον τὴν Δείναν ἐκ τοῦ οἴκου τοῦ Συχὲμ, καὶ ἐξῆλθον. 27 Οἱ δὲ υἱοὶ Ἰακὼβ εἰσῆλθον ἐπὶ τοὺς τραυματίας, καὶ διήρπασαν τὴν πόλιν, ἐν ᾗ ἐμίαναν Δείναν τὴν ἀδελφὴν αὐτῶν. 28 Καὶ τὰ πρόβατα αὐτῶν, καὶ τοὺς βόας αὐτῶν, καὶ τοὺς ὄνους αὐτῶν, ὅσα τε ἦν ἐν τῇ πόλει, καὶ ὅσα ἦν ἐν τῷ πεδίῳ, ἔλαβον. 29 Καὶ πάντα τὰ σώματα αὐτῶν, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰς γυναῖκας αὐτῶν ᾐχμαλώτευσαν· καὶ διήρπασαν ὅσα τε ἦν ἐν τῇ πόλει, καὶ ὅσα ἦν ἐν ταῖς οἰκίαις. 30 Εἶπε δὲ Ἰακὼβ πρὸς Συμεὼν καὶ Λευί, μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις, καὶ ἐν τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ· καὶ συναχθέντες ἐπʼ ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγὼ, καὶ ὁ οἶκός μου. 31 Οἱ δὲ εἶπαν, ἀλλʼ ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν;