Isaiah 44:22-24

Brenton_Greek(i) 22 Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὴν ἁμαρτίας σου· ἐπιστράφηθι πρὸς μὲ, καὶ λυτρώσομαί σε.
23 Εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν Ἰσραήλ· σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε ὄρη εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται.
24 Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ ὁ πλάσσων σε ἐκ κοιλίας, ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν.