Isaiah 45:23-25

Brenton_Greek(i) 23 Κατʼ ἐμαυτοῦ ὀμνύω, ἦ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τῷ Θεὸν, 24 λέγων, δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες αὐτούς. 25 Ἀπὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.