Jeremiah 10:11-13

Brenton_Greek(i) 11 Οὕτως ἐρεῖτε αὐτοῖς, θεοί οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐκ τῆς γῆς, καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου. 12 Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν, 13 καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ· καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγε φῶς ἐκ θησαυρῶν αὐτοῦ.