Jeremiah 14:2-8

Brenton_Greek(i) 2 Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν, καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη· 3 Καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφʼ ὕδωρ· ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕροσαν ὕδωρ, καὶ ἀπέστρεψαν τὰ ἀγγεῖα αὐτῶν κενά. 4 Καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνθησαν οἱ γεωργοὶ, ἐπεκάλυψαν τὰς κεφαλὰς αὐτῶν. 5 Καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη. 6 Ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας, εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος.
7 Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· Κύριε ποίησον ἡμῖν ἕνεκέν σου, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου, ὅτι σοὶ ἡμάρτομεν. 8 Ὑπομονὴ Ἰσραὴλ Κύριε, καὶ σῴζεις ἐν καιρῷ κακῶν· ἱνατί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς, καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα;