Brenton_Greek(i)
1 Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ, ἦλθεν Ἰσμαὴλ υἰὸς Ναθανίου υἱοῦ Ἐλεασὰ, ἀπὸ γένους τοῦ βασιλέως, καὶ δέκα ἄνδρες μετʼ αὐτοῦ πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα. 2 Καὶ ἀνέστη Ἰσμαὴλ, καὶ οἱ δέκα ἄνδρες οἳ ἦσαν μετʼ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς, 3 καὶ πάντας τοὺς Ἰουδαίους τοὺς ὄντας μετʼ αὐτοῦ ἐν Μασσηφὰ, καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ.