Leviticus 21

Brenton_Greek(i) 1 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων, εἶπον τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν, 2 ἀλλʼ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν, ἐπὶ πατρὶ καὶ μητρὶ, καὶ υἱοῖς, καὶ θυγατράσιν, ἐπʼ ἀδελφῷ, 3 καὶ ἐπʼ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ, τῇ μὴ ἐκδεδομένῃ ἀνδρί, ἐπὶ τούτοις μιανθήσεται. 4 Οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ. 5 Καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ· καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται· καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας. 6 Ἅγιοι ἔσονται τῷ Θεῷ αὐτῶν, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας Κυρίου δῶρα τοῦ Θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσι, καὶ ἔσονται ἅγιοι. 7 Γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται, καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς, ὅτι ἅγιός ἐστι Κυρίῳ τῷ Θεῷ αὐτοῦ. 8 Καὶ ἁγιάσεις αὐτόν· τὰ δῶρα Κυρίου τοῦ Θεοῦ ὑμῶν οὗτος προσφέρει, ἅγιος ἔσται· ὅτι ἅγιος ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. 9 Καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ· ἐπὶ πυρὸς κατακαυθήσεται. 10 Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ, καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει, καὶ τὰ ἱμάτια οὐ διαῤῥήξει, 11 καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται, ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανθήσεται. 12 Καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται, καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ Θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ Θεοῦ ἐπʼ αὐτῷ· ἐγὼ Κύριος. 13 Οὗτος γυναῖκα παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήψεται. 14 Χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήψεται, ἀλλʼ ἢ παρθένον ἐκ τοῦ λαοῦ αὐτοῦ λήψεται γυναῖκα. 15 Καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ· ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτόν. 16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 17 εἶπον Ἀαρὼν, ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τινὶ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ· 18 πᾶς ἄνθρωπος ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται· ἄνθρωπος τυφλὸς, ἢ χωλὸς, ἢ κολοβόριν, ἢ ὠτότμητος, 19 ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ σύντριμμα χειρὸς, ἢ σύντριμμα ποδὸς, 20 ἢ κυρτὸς, ἢ ἔφηλος, ἢ πτίλλος τοὺς ὀφθαλμοὺς, ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μονόρχις. 21 Πᾶς ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Θεῷ σου, ὅτι μῶμος ἐν αὐτῷ· τὰ δῶρα τοῦ Θεοῦ οὐ προσελεύσεται προσενεγκεῖν. 22 Τὰ δῶρα τοῦ Θεοῦ τὰ ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται. 23 Πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς. 24 Καὶ ἐλάλησε Μωυσῆς πρὸς Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ πρὸς πάντας υἱοὺς Ἰσραήλ.