Nehemiah 6:1

Brenton_Greek(i) 1 Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλὰτ, καὶ Τωβίᾳ, καὶ τῷ Γησὰμ τῷ Ἀραβὶ, καὶ τοῖς καταλοίποις ἐχθρῶν ἡμῶν, ὅτι ᾠκοδόμησα τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή· ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις.