Numbers 25:15-18

Brenton_Greek(i) 15 Καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ, Χασβί, θυγάτηρ Σοὺρ, ἄρχοντος ἔθνους Ὀμμώθ· οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ.
16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, 17 ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς, 18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογὼρ, καὶ διὰ Χασβὶ θυγατέρα ἄρχοντος Μαδιὰμ ἀδελφὴν αὐτῶν, τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.