Psalms 106:8-12

Brenton_Greek(i) 8 Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ. 9 Καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ· 10 Καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ. 11 Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. 12 Καὶ ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, καὶ ᾖνεσαν τὴν αἴνεσιν αὐτοῦ.