Song of Songs 7

Brenton_Greek(i) 1 Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν.
Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ ναδάβ· ῥυθμοὶ μηρῶν ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου. 2 Ὀμφαλός σου κρατὴρ τορευτὸς, μὴ ὑστερούμενος κράμα· κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις. 3 Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος. 4 Ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβών, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ. 5 Κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα· βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. 6 Τί ὡραιώθης, καὶ τὶ ἡδύνθης ἀγάπη; ἐν τρυφαῖς σου 7 τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. 8 Εἶπα, ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα, 9 καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν.
10 Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπʼ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. 11 Ἐλθέ ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις. 12 Ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμὸς, ἤνθησαν αἱ ῥοαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. 13 Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν· καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι.