SBLGNT(i)
24 εἶτα τὸ τέλος, ὅταν ⸀παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, 25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι ⸀οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, 27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.
1 Corinthians 15:24-27
SBL Greek NT Apparatus
24 παραδιδῷ WH NIV ] παραδιδοῖ Treg; παραδῷ RP
25 οὗ WH Treg NIV ] + ἄν RP
24 παραδιδῷ WH NIV ] παραδιδοῖ Treg; παραδῷ RP
25 οὗ WH Treg NIV ] + ἄν RP