1 Peter 1:14-16

SBLGNT(i) 14 ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16 διότι γέγραπται ⸀ὅτι Ἅγιοι ⸀ἔσεσθε, ὅτι ἐγὼ ⸀ἅγιος.
SBL Greek NT Apparatus

16 ὅτι WH NIV] – Treg RP • ἔσεσθε WH Treg NIV] γίνεσθε RP • ἅγιος WH Treg] + εἰμι NIV RP