John 13:18-19

SBLGNT(i) 18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα ⸀τίνας ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων ⸀μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ⸂πιστεύσητε ὅταν γένηται⸃ ὅτι ἐγώ εἰμι.
SBL Greek NT Apparatus

18 τίνας WH Treg NIV ] οὓς RP • μου WH Treg NIV ] μετ᾽ ἐμοῦ RP
19 πιστεύσητε ὅταν γένηται NIV ] πιστεύητε ὅταν γένηται WH Treg; ὅταν γένηται πιστεύσητε RP