Luke 23:13 Cross References - BGB

13 Πιλᾶτος δὲ συνκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν

Matthew 27:21-23

21 Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς “Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν;” Οἱ δὲ εἶπαν “Τὸν Βαραββᾶν.”22 Λέγει αὐτοῖς ὁ Πιλᾶτος “Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν;” Λέγουσιν πάντες “Σταυρωθήτω.”23 Ὁ δὲ ἔφη “Τί γὰρ κακὸν ἐποίησεν;” Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες “Σταυρωθήτω.”

Mark 15:14

14 Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς “Τί γὰρ ἐποίησεν κακόν;” Οἱ δὲ περισσῶς ἔκραξαν “Σταύρωσον αὐτόν.”

John 18:38

38 Λέγει αὐτῷ ὁ Πιλᾶτος “Τί ἐστιν ἀλήθεια;” Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς “Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.

John 19:4

4 Καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς “Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.”

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.