18 Καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου· καὶ ἀκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.
1 Samuel 23:18 Cross References - Brenton_Greek
1 Samuel 18:3
3 Καὶ διέθετο Ἰωνάθαν καὶ Δαυὶδ ἐν τῷ ἀγαπᾶν αὐτὸν κατὰ τὴν ψυχὴν αὐτοῦ.
1 Samuel 20:12-17
12 Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, Κύριος ὁ Θεὸς Ἰσραὴλ οἶδεν,ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς, τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυὶδ, καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρὸν, 13 τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἰωνάθαν καὶ τάδε προσθείη· ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ, καὶ ἀποκαλύψω τὸ ὠτίον σου, καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην, καὶ ἔσται Κύριος μετὰ σοῦ καθὼς ἦν μετὰ τοῦ πατρός μου. 14 Καὶ ἐὰν μὲν ἔτι μου ζῶντος, καὶ ποιήσεις ἔλεος μετʼ ἐμοῦ· καὶ ἐὰν θανάτῳ ἀποθάνω, 15 οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μή, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἕκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς, 16 εὑρεθῆναι τὸ ὄνομα τοῦ Ἰωνάθαν ἀπὸ τοῦ οἴκου Δαυὶδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυίδ. 17 Καὶ προσέθετο ἔτι Ἰωνάθαν ὀμόσαι τῷ Δαυὶδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν.
1 Samuel 20:42
42 Καὶ εἶπεν Ἰωνάθαν τῷ Δαυὶδ, πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου, λέγοντες, Κύριος ἔσται μάρτυς ἀναμέσον ἐμοῦ καί σοῦ, καὶ ἀναμέσον τοῦ σπέρματός μου, καὶ ἀναμέσον τοῦ σπέρματός σου ἕως αἰῶνος· καὶ ἀνέστη Δαυὶδ καὶ ἀπῆλθε, καὶ Ἰωνάθαν εἰσῆλθεν εἰς τὴν πόλιν.
2 Samuel 9:1
1 Καὶ εἶπε Δαυὶδ, εἰ ἔστιν ἔτι ὑπολελειμμένος ἐν τῷ οἴκῳ Σαοὺλ, καὶ ποιήσω μετʼ αὐτοῦ ἔλεος ἕνεκεν Ἰωνάθαν;
2 Samuel 21:7
7 Καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθὲ υἱὸν Ἰωνάθαν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον Κυρίου τὸν ἀναμέσον αὐτῶν, καὶ ἀναμέσον Δαυὶδ, καὶ ἀναμέσον Ἰωνάθαν υἱοῦ Σαούλ.