13 Καὶ ἐποίουν οἱ ποιοῦντες τὰ ἔργα, καὶ ἀνέβη μῆκος τῶν ἔργων ἐν χερσὶν αὐτῶν, καὶ ἀνέστησαν τὸν οἶκον Κυρίου ἐπὶ τὴν στάσιν αὐτοῦ, καὶ ἐνίσχυσαν.
2 Chronicles 24:13 Cross References - Brenton_Greek
1 Chronicles 22:5
5 Καὶ εἶπε Δαυὶδ, Σαλωμὼν ὁ υἱός μου παιδάριον ἁπαλὸν, καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ Κυρίῳ εἰς μεγαλωσύνην ἄνω, εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν· ἑτοιμάσω αὐτῷ· καὶ ἡτοίμασε Δαυὶδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ.
Nehemiah 4:7
7 Καὶ ἐγένετο ὡς ἤκουσε Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανῖται, ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερουσαλὴμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα.
Haggai 2:3
3 4 Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;