2 Chronicles 25:27 Cross References - Brenton_Greek

27 Καὶ ἐν τῷ καιρῷ ᾧ ἀπέστη Ἀμασίας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Λαχίς· καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχὶς, καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.

Joshua 10:31

31 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Λεβνὰ εἰς Λαχὶς, καὶ περιεκάθισεν αὐτὴν, καὶ ἐπολιόρκει αὐτήν.

2 Kings 14:19

19 Καὶ συνεστράφησαν ἐπʼ αὐτὸν σύστρεμμα ἐν Ἱερουσαλὴμ, καὶ ἔφυγεν εἰς Λαχίς· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς, καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.

2 Chronicles 15:2

2 Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ἀσὰ καὶ παντὶ Ἰούδᾳ καὶ Βενιαμὶν, καὶ εἶπεν, ἀκούσατέ μου, Ἀσὰ, καὶ πᾶς Ἰούδα καὶ Βενιαμίν· Κύριος μεθʼ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετʼ αὐτοῦ, καὶ ἐὰν ἐκζητήσητε αὐτὸν εὑρεθήσεται ὑμῖν, καὶ ἐὰν ἐγκαταλίπητε αὐτὸν, ἐγκαταλείψει ὑμᾶς.

2 Chronicles 24:25

25 Καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπʼ αὐτοῦ, ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις, καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ, καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.