2 Kings 19:24 Cross References - Brenton_Greek

24 Ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια, καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς.

Exodus 15:9

9 Εἶπεν ὁ ἐχθρός, διώξας καταλήψομαι, μεριῶ σκῦλα· ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου.

2 Samuel 17:13

13 Καὶ ἐὰν εἰς τὴν πόλιν συναχθῇ, καὶ λήψεται πᾶς Ἰσραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία, καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάῤῥουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος.

1 Kings 20:10

10 Καὶ ἀπέστειλε πρὸς αὐτὸν υἱὸς Ἄδερ, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξι παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.

Isaiah 19:6

6 Καὶ ἐκλείψουσιν οἱ ποταμοὶ, καὶ αἱ διώρυγες τοῦ ποταμοῦ· καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου,

Daniel 4:30

30 27 ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπεν, οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας, ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου;

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.