2 Kings 2 Cross References - Brenton_Greek

1 Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιοὺ ὡς εἰς τὸν οὐρανὸν, καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἑλισαιὲ ἐκ Γαλγάλων. 2 Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ, κάθου δὴ ἐνταῦθα, ὅτι ὁ Θεὸς ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν Ἑλισαιέ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ. 3 Καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἑλισαιὲ, καὶ εἶπον πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, κἀγὼ ἔγνωκα, σιωπᾶτε. 4 Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ, κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ· καὶ εἶπε, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ.
5 Καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ πρὸς Ἑλισαιὲ, καὶ εἶπαν πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, καί γε ἐγὼ ἔγνων, σιωπᾶτε. 6 Καὶ εἶπεν αὐτῷ Ἠλιοὺ, κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἑλισαιέ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι, 7 καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν, καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου. 8 Καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα· καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.
9 Καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς, καὶ Ἠλιοὺ εἶπε πρὸς Ἑλισαιὲ, αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ἑλισαιὲ, γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπʼ ἐμέ. 10 Καὶ εἶπεν Ἠλιοὺ, ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται.
11 Καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς, καὶ διέστειλαν ἀναμέσον ἀμφοτέρων· καὶ ἀνελήφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. 12 Καὶ Ἑλισαιὲ ἑώρα, καὶ ἐβόα, πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι· καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὰ εἰς δύο ῥήγματα. 13 Καὶ ὕψωσε τὴν μηλωτὴν Ἠλιοὺ, ἣ ἔπεσεν ἐπάνωθεν Ἑλισαιέ· καὶ ἐπέστρεψεν Ἑλισαιὲ, καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου, 14 καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιοὺ, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ εἶπε, ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διεῤῥάγησαν ἔνθα καὶ ἔνθα· καὶ διέβη Ἑλισαιέ.
15 Καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ ἐξεναντίας, καὶ εἶπον, ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἑλισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν, 16 καὶ εἶπον πρὸς αὐτόν, ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔῤῥιψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφʼ ἓν τῶν ὀρέων ἢ ἐφʼ ἕνα τῶν βουνῶν· καὶ εἶπεν Ἑλισαιέ, οὐκ ἀποστελεῖτε. 17 Καὶ παρεβιάσαντο αὐτὸν, ἕως οὗ ᾐσχύνετο· καὶ εἶπεν, ἀποστείλατε· καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας, καὶ οὐχ εὗρον αὐτόν. 18 Καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ἱεριχώ· καὶ εἶπεν Ἑλισαιὲ, οὐκ εἶπον πρὸς ὑμᾶς, μὴ πορευθῆτε;
19 καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἑλισαιὲ, ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ, καὶ ἡ γῆ ἀτεκνουμένη. 20 Καὶ εἶπεν Ἑλισαιὲ, λάβετέ μοι ὑδρίσκην καινὴν, καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον, καὶ ἤνεγκαν πρὸς αὐτόν. 21 Καὶ ἐξῆλθεν Ἑλισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔῤῥιψεν ἐκεῖ ἅλα, καὶ εἶπε, τάδε λέγει Κύριος, ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη. 22 Καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης, κατὰ τὸ ῥῆμα Ἑλισαιὲ ὃ ἐλάλησε.
23 Καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ, καὶ εἶπον αὐτῷ, ἀνάβαινε φαλακρὲ, ἀνάβαινε. 24 Καὶ ἐξένευσεν ὀπίσω αὐτῶν, καὶ εἶδεν αὐτὰ, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ, καὶ ἀνέῤῥηξαν ἀπʼ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας. 25 Καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον, κἀκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.

Genesis 5:24

24 Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ· καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.

Joshua 4:19

19 Καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ἰορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ἱεριχώ.

Joshua 5:9

9 Καὶ εἶπε Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυή, ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφʼ ὑμῶν· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Γάλγαλα.

1 Kings 18:12

12 Καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Ἀχαὰβ, καὶ οὐχ εὑρήσει σε, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστι φοβούμενος τὸν Κύριον ἐκ νεότητος αὐτοῦ.

1 Kings 19:4

4 Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας, καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω ῥαθμὲν, καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν· καὶ εἶπεν, ἱκανούσθω νῦν, λάβε δὴ τὴν ψυχή μου ἀπʼ ἐμοῦ Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.

1 Kings 19:11

11 Καὶ εἶπεν, ἐξελεύσῃ αὔριον, καὶ στήσῃ ἐνώπιον Κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται Κύριος. Καὶ ἰδοὺ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ Κύριος·

1 Kings 19:16-21

16 Καὶ τὸν Ἰοὺ υἱὸν Ναμεσσὶ χρίσεις εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ τὸν Ἑλισαιὲ υἱὸν Σαφὰτ χρίσεις εἰς προφήτην ἀντὶ σοῦ. 17 Καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομφαίας Ἀζαὴλ, θανατώσει Ἰού· καὶ τὸν σῳζόμενον ἐκ ῥομφαίας Ἰοὺ, θανατώσει Ἑλισαιέ. 18 Καὶ καταλείψεις ἐν Ἰσραὴλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα ὃ οὐ προσεκύνησεν αὐτῷ.
19 Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ἑλισαιὲ υἱὸν Σαφὰτ, καὶ αὐτὸς ἠροτρία ἐν βουσὶ· ʼδώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα· καὶ ἀπῆλθεν ἐπʼ αὐτὸν, καὶ ἐπέῤῥιψε τὴν μηλωτὴν αὐτοῦ ἐπʼ αὐτόν. 20 Καὶ κατέλιπεν Ἑλισαιὲ τὰς βόας, καὶ κατέδραμεν ὀπίσω Ἠλιοὺ, καὶ εἶπε, καταφιλήσω τὸν πατέρα μου, καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ἠλιοὺ, ἀνάστρεφε, ὅτι πεποίηκά σοι. 21 Καὶ ἀνέστρεψεν ἐξ ὄπισθεν αὐτοῦ· καὶ ἔλαβε τὰ ζεύγη τῶν βοῶν, καὶ ἔθυσε καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν, καὶ ἔδωκε τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ἠλιοὺ, καὶ ἐλειτούργει αὐτῷ.

2 Kings 2:11

11 Καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς, καὶ διέστειλαν ἀναμέσον ἀμφοτέρων· καὶ ἀνελήφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.

2 Kings 4:38

38 Καὶ Ἑλισαιὲ ἐπέστρεψεν εἰς Γάλγαλα· καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ· καὶ εἶπεν Ἑλισαιὲ τῷ παιδαρίῳ αὐτοῦ, ἐπίστησεν τὸν λέβητα τὸν μέγαν, καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν.

Job 38:1

1 Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺν τῆς λέξεως, εἶπεν ὁ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν,

Genesis 28:19

19 Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, οἶκος Θεοῦ· καὶ Οὐλαμλοὺζ ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.

Ruth 1:15-18

15 Καὶ εἶπε Νωεμĩν πρὸς Ῥοὺθ, ἰδοὺ ἀνέστρεψε σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου. 16 Εἶπε δὲ Ῥοῦθ, μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε, ἢ ἀποστρέψαι ὄπισθέν σου, ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου, λαός μου, καὶ ὁ Θεός σου, Θεός μου· 17 Καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος, καὶ τάδε προσθείῃ, ὅτι θάνατος διαστελεῖ ἀναμέσον ἐμοῦ καὶ σοῦ. 18 Ἰδοῦσα δὲ Νωεμὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετʼ αὐτῆς, ἐκόπασε τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.

1 Samuel 1:26

26 καὶ εἶπεν, ἐν ἐμοί κύριε ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον.

1 Samuel 17:55

55 Passage supplied from the Alexandrine text.{Καὶ ὡς εἶδε Σαοὺλ τὸν Δαυὶδ ἐκπορευόμενον εἰς ἀπάντησιν τοῦ ἀλλοφύλου, εἶπε πρὸς Ἀβεννὴρ τὸν ἄρχοντα τῆς δυνάμεως, Υἱὸς τίνος ὁ νεανίσκος οὗτος; καὶ εἶπεν Ἀβεννήρ, ζῇ ἡ ψυχή σου, βασιλεῦ, εἰ οἶδα.

1 Samuel 25:26

26 Καὶ νῦν κύριέ μου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, καθὼς ἐκώλυσέ σε Κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον, καὶ σώζειν τὴν χεῖρά σου σοί· καὶ νῦν γένοιντο ὡς Νάβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά.

2 Samuel 15:19-21

19 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐθὶ τὸν Γεθαῖον, ἱνατί πορεύῃ καὶ σὺ μεθʼ ἡμῶν; ἐπίστρεφε, καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ, καὶ ὅτι μετῴκησας σὺ ἐκ τοῦ τόπου σου. 20 Εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθʼ ἡμῶν; καί γε μεταναστήσεις τὸν τόπον σου· ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθʼ ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἐὰν ἐγὼ πορευθῶ· ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν. 21 Καὶ ἀπεκρίθη Ἐθὶ τῷ βασιλεῖ, καὶ εἶπε, ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεὺς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωὴν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου.

1 Kings 12:29

29 Καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν.

1 Kings 12:33-13:2

33 Καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ· καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.

2 Kings 2:4

4 Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ, κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ· καὶ εἶπε, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ.

2 Kings 2:6

6 Καὶ εἶπεν αὐτῷ Ἠλιοὺ, κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἑλισαιέ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι,

2 Kings 4:30

30 Καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη Ἑλισαιὲ, καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.

Jeremiah 4:2

2 καὶ ὀμόσῃ, ζῇ Κύριος, μετὰ ἀληθείας ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν Ἱερουσαλήμ.

Deuteronomy 33:3

3 Καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσι· καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ

1 Samuel 10:10-12

10 Καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνὸν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν. 11 Καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης, καὶ εἶδον, καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν· καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; ἦ καὶ Σαοὺλ ἐν προφήταις; 12 Καὶ ἀπεκρίθη τις αὐτῶν, καὶ εἶπε, καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολὴν, ἦ καὶ Σαοὺλ ἐν προφήταις;

1 Samuel 19:20

20 Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπʼ αὐτῶν· καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι.

1 Kings 18:4

4 Καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ἰεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔλαβεν Ἀβδιοὺ ἑκατὸν ἄνδρας προφήτας καὶ κατέκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι·

1 Kings 20:35

35 Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ Κυρίου, πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν.

2 Kings 2:5

5 Καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ πρὸς Ἑλισαιὲ, καὶ εἶπαν πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, καί γε ἐγὼ ἔγνων, σιωπᾶτε.

2 Kings 2:7

7 καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν, καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου.

2 Kings 2:15

15 Καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ ἐξεναντίας, καὶ εἶπον, ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἑλισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν,

2 Kings 4:1

1 Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς τὸν Ἑλισαιὲ, λέγουσα, ὁ δοῦλός σου ἀνήρ μου ἀπέθανε, καὶ σὺ ἔγνως, ὅτι δοῦλός σου ἦν φοβούμενος τὸν Κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.

2 Kings 5:22

22 Καὶ εἶπεν, εἰρήνη· ὁ κύριός μου ἀπέστειλέ με λέγων, ἰδοὺ νῦν ἦλθον πρὸς μὲ δύο παιδάρια ἐξ ὄρους Ἐφραὶμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου, καὶ δύο ἀλλασσομένας στολάς.

2 Kings 9:1

1 Καὶ Ἑλισαιὲ ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν, καὶ εἶπεν αὐτῷ, ζῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου, καὶ δεῦρο εἰς Ῥεμμὼθ Γαλαάδ.

Isaiah 8:18

18 Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός· καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.

Joshua 6:26

26 Καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον Κυρίου, λέγων, ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ προωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. Καὶ οὕτως ἐποίησεν Ὁζᾶν ὁ ἐκ Βαιθὴλ· ἐν τῷ Ἀβιρὼν τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησε τὰς πύλας αὐτῆς.

1 Kings 16:34

34 Καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Ἀχιὴλ ὁ Βαιθηλίτης τὴν Ἱεριχώ· ἐν τῷ Ἀβιρὼν προτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν, καὶ τῷ Σεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησε θύρας αὐτῆς, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἰησοῦ υἱοῦ Ναυῆ.

2 Kings 2:2

2 Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ, κάθου δὴ ἐνταῦθα, ὅτι ὁ Θεὸς ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν Ἑλισαιέ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ.

Genesis 48:19

19 Καὶ οὐκ ἠθέλησεν, ἀλλ' εἶπεν, οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.

Joshua 1:1-2

1 ΚAI ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ, εἶπε Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυὴ τῷ ὑπουργῷ Μωυσῆ, λέγων, 2 Μωυσῆς ὁ θεράπων μου τετελεύτηκε· νῦν οὖν ἀναστὰς, διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς.

2 Kings 2:3

3 Καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἑλισαιὲ, καὶ εἶπον πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, κἀγὼ ἔγνωκα, σιωπᾶτε.

Ecclesiastes 3:7

7 Καιρὸς τοῦ ῥῆξαι καὶ καιρὸς τοῦ ῥάψαι, καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν·

Isaiah 41:1

1 Ἐγκαὶνιζεσθε πρὸς μὲ νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν.

Habakkuk 2:20

20 Ὁ δὲ Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.

Joshua 3:15

15 Ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθʼ̓ ὅλην τὴν κρηπίδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν·

1 Kings 18:13

13 Ἦ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου, οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν τὴν Ἰεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν Κυρίου ἑκατὸν ἄνδρας, ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι;

2 Kings 2:17

17 Καὶ παρεβιάσαντο αὐτὸν, ἕως οὗ ᾐσχύνετο· καὶ εἶπεν, ἀποστείλατε· καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας, καὶ οὐχ εὗρον αὐτόν.

Exodus 14:21-22

21 Ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν· καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα, καὶ ἐποίησε τὴν θάλασσαν ξηράν· καὶ ἐσχίσθη τὸ ὕδωρ. 22 Καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν· καὶ τὸ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων.

Joshua 3:14-17

14 Καὶ ἀπῇρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ἰορδάνην, οἱ δὲ ἱερεῖς ᾔροσαν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πρότεροι τοῦ λαοῦ. 15 Ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθʼ̓ ὅλην τὴν κρηπίδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν· 16 Καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα θάλασσαν ἁλὸς, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ. 17 Καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.

1 Kings 19:13

13 Καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλιοὺ, καὶ ἐπεκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ αὐτοῦ, καὶ ἐξῆλθε καὶ ἔστη ὑπὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ, καὶ εἶπε, τί σὺ ἐνταῦθα Ἠλιού;

1 Kings 19:19

19 Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ἑλισαιὲ υἱὸν Σαφὰτ, καὶ αὐτὸς ἠροτρία ἐν βουσὶ· ʼδώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα· καὶ ἀπῆλθεν ἐπʼ αὐτὸν, καὶ ἐπέῤῥιψε τὴν μηλωτὴν αὐτοῦ ἐπʼ αὐτόν.

2 Kings 2:14

14 καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιοὺ, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ εἶπε, ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διεῤῥάγησαν ἔνθα καὶ ἔνθα· καὶ διέβη Ἑλισαιέ.

Psalms 114:5-7

5 Τί σοί ἐστι, θάλασσα ὅτι ἔφυγες; καὶ σύ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; 6 Τὰ ὄρη ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί; καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων; 7 Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακὼβ,

Isaiah 11:15

15 Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ· καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι.

Numbers 11:17

17 Καὶ καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ· καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ ἐπιθήσω ἐπʼ αὐτούς· καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος.

Numbers 11:25

25 Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ ἐλάλησε πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπʼ αὐτῷ, καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο πνεῦμα ἐπʼ αὐτοὺς, καὶ ἐπροφήτευσαν, καὶ οὐκ ἔτι προσέθεντο.

Numbers 27:16-23

16 ἐπισκεψάσθω Κύριος ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης, 17 ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν, καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν, καὶ ὅστις ἐξάξει αὐτοὺς, καὶ ὅστις εἰσάξει αὐτοὺς, καὶ οὐκ ἔσται ἡ συναγωγὴ Κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστι ποιμήν. 18 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάβε πρὸς σεαυτὸν Ἰησοῦν υἱὸν Ναυή, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπʼ αὐτόν. 19 Καὶ στήσεις αὐτὸν ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς, καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν. 20 καὶ δώσεις τῆς δόξης σου ἐπʼ αὐτὸν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ. 21 Καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται, καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ ὁμοθυμαδὸν, καὶ πᾶσα ἡ συναγωγή.
22 Καὶ ἐποίησε Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ Κύριος· καὶ λαβὼν τὸν Ἰησοῦν, ἔστησεν αὐτὸν ἐναντίον Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐναντίον πάσης συναγωγῆς, 23 καὶ ἐπέθηκε τὰς χεῖρας αὐτοῦ ἐπʼ αὐτὸν, καὶ συνέστησεν αὐτὸν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.

Deuteronomy 21:17

17 Ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων ὧν ἂν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ, καὶ τούτῳ καθήκει τὰ πρωτοτοκεῖα.

Deuteronomy 34:9

9 Καὶ Ἰησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπʼ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.

1 Kings 3:9

9 Καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοῦ συνιεῖν ἀναμέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνηθήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον;

2 Kings 13:14-19

14 Καὶ Ἑλισαιὲ ἠῤῥώστησε τὴν ἀῤῥωστίαν αὐτοῦ, διʼ ἣν ἀπέθανε· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ, καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπε, πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ. 15 Καὶ εἶπεν αὐτῷ Ἑλισαιὲ, λάβε τόξον καὶ βέλη· καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη. 16 Καὶ εἶπε τῷ βασιλεῖ, ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ· καὶ ἐπέθηκεν Ἑλισαιὲ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως, 17 καὶ εἶπεν, ἄνοιξον τὴν θυρίδα κατʼ ἀνατολάς· καὶ ἤνοιξε· καὶ εἶπεν Ἑλισαιὲ, τόξευσον· καὶ ἐτόξευσε· καὶ εἶπε, βέλος σωτηρίας τῷ Κυρίῳ, καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας. 18 Καὶ εἶπεν αὐτῷ Ἑλισαιὲ, λάβε τόξα· καὶ ἔλαβε· καὶ εἶπε τῷ βασιλεῖ Ἰσραὴλ, πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη. 19 Καὶ ἐλυπήθη ἐπʼ αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ εἶπεν, εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας, καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν.

1 Chronicles 29:18-19

18 Κύριε ὁ Θεὸς Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰσραὴλ, τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα, καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὲς σὲ. 19 Καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, καὶ τὰ προστάγματά σου, καὶ τοῦ ἐπὶ τέλους ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.

2 Chronicles 1:9-10

9 Καὶ νῦν Κύριε ὁ Θεὸς, πιστωθήτω δὴ τὸ ὄνομά σου ἐπὶ Δαυὶδ τὸν πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν, ὡς ὁ χοῦς τῆς γῆς. 10 Νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι, ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;

Psalms 72:1

1 Εἰς Σαλωμών.
Ὀ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως·

Psalms 72:20

20 Ἐξέλιπον οἱ ὕμνοι Δαυὶδ τοῦ υἱοῦ Ἰεσσαί.

Zechariah 9:12

12 Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι,

Zechariah 12:8

8 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων Ἱερουσαλὴμ, καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυὶδ, ὁ δὲ οἶκος Δαυὶδ ὡς οἶκος Θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν.

2 Kings 2:12

12 Καὶ Ἑλισαιὲ ἑώρα, καὶ ἐβόα, πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι· καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὰ εἰς δύο ῥήγματα.

2 Kings 2:1

1 Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιοὺ ὡς εἰς τὸν οὐρανὸν, καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἑλισαιὲ ἐκ Γαλγάλων.

2 Kings 6:17

17 Καὶ προσηύξατο Ἑλισαιὲ καὶ εἶπε, Κύριε, διάνοιξον δὴ τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε· καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ἑλισαιέ.

Psalms 68:17

17 Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινὰ ἐν τῷ ἁγίῳ.

Psalms 104:3-4

3 Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ· ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. 4 Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ, πυρ φλέγον.

Ezekiel 1:4-28

4 Καὶ ἴδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον· καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς, καὶ φέγγος ἐν αὐτῷ.
5 Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζῴων· καὶ αὕτη ἡ ὅρασις αὐτῶν· ὁμοίωμα ἀνθρώπου ἐπʼ αὐτοῖς. 6 Καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. 7 Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες, ὡς ἐξαστράπτων χαλκός· καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν. 8 Καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν. 9 Καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά· ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο. 10 Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον τοῦ λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι. 11 Καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. 12 Καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον.
13 Καὶ ἐν μέσῳ τῶν ζῴων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζῴων, καὶ φέγγος τοῦ πυρὸς, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή.
14 15 Καὶ ἴδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζῴων τοῖς τέσσαρσι. 16 Καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς· καὶ ὁμοίωμα ἐν τοῖς τέσσαρσι· καὶ τὸ ἔργον αὐτῶν ἦν καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. 17 Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο· οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτὰ, 18 οὐδʼ οἱ νῶτοι αὐτῶν· καὶ ὕψος ἦν αὐτοῖς· καὶ εἶδον αὐτὰ, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι.
19 Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῶα ἀπὸ τῆς γῆς, ἐξῄροντο οἱ τροχοί. 20 Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ τὸ πνεῦμα τοῦ πορεύεσθαι, ἐπορεύοντο οἱ τροχοὶ καὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἐν τοῖς τροχοῖς. 21 Ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν· καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς, ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς.
22 Καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτῶν τῶν ζῴων ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου, ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν. 23 Καὶ ὑποκάτωθεν τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ, ἑκάστῳ δύο συνεζευγμέναι ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν. 24 Καὶ ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πορεύεσθαι αὐτὰ, ὡς φωνὴν ὕδατος πολλοῦ· καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν.
25 Καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος 26 τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπʼ αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν. 27 Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἶδον ὡς ὅρασιν πυρὸς, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ, 28 ὡς ὅρασις τόξου ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέραις ὑετοῦ, οὕτως ἡ στάσις τοῦ φέγγους κυκλόθεν.

Ezekiel 10:9-22

9 Καὶ ἴδον, καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν Χερουβίμ· τροχὸς εἷς ἐχόμενος Χερουβὶμ ἑνός· καὶ ἡ ὄψις τῶν τροχῶν, ὡς ὄψις λίθου ἄνθρακος. 10 Καὶ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ. 11 Ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά· ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία, ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά. 12 Καὶ οἱ νῶτοι αὐτῶν, καὶ αἱ χεῖρες αὐτῶν, καὶ αἱ πτέρυγες αὐτῶν, καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι τροχοῖς, 13 τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγὲλ ἀκούοντός μου. 14 15 Καὶ τὰ Χερουβὶμ ᾖραν τοῦτο τὸ ζῷον ὃ ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ.
16 Καὶ ἐν τῷ πορεύεσθαι τὰ Χερουβὶμ, ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς, οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν. 17 Ἐν τῷ ἑστάναι αὐτὰ, εἱστήκεισαν· καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ, μετεωρίζοντο μετʼ αὐτῶν· διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν.
18 Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ Χερουβίμ. 19 Καὶ ἀνέλαβον τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ· ἐν τῷ ἐξελθεῖν αὐτὰ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπʼ αὐτῶν ὑπεράνω.
20 Τοῦτο τὸ ζῷόν ἐστιν ὃ εἶδον ὑποκάτω Θεοῦ Ἰσραὴλ ἐπί τοῦ ποταμοῦ τοῦ Χοβὰρ, καὶ ἔγνων ὅτι Χερουβίμ ἐστι. 21 Τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν. 22 Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ ἴδον ὑποκάτω τῆς δόξης τοῦ Θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.

Habakkuk 3:8

8 Μὴ ἐν ποταμοῖς ὠργίσθης Κύριε; ἢ ἐν ποταμοῖς ὁ θυμός σου; ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία.

Zechariah 3:8

8 Ἄκουε δή Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου, διότι ἄνδρες τερατοσκόποι εἰσὶ, διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν.

Zechariah 6:1-8

1 Καὶ ἐπέστρεψα, καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. 2 Ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυῤῥοί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, 3 καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοὶ, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. 4 Καὶ ἀπεκρίθην, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, τί ἐστι ταῦτα, κύριε;
5 Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε, ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς. 6 Ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βοῤῥᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν Νότου, 7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο, καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν, καὶ εἶπε, πορεύεσθε, καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν.
8 Καὶ ἀνεβόησε, καὶ ἐλάλησε πρὸς μὲ, λέγων, ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βοῤῥᾶ, ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ.

2 Kings 13:14

14 Καὶ Ἑλισαιὲ ἠῤῥώστησε τὴν ἀῤῥωστίαν αὐτοῦ, διʼ ἣν ἀπέθανε· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ, καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπε, πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.

Job 1:20-21

20 Οὕτως ἀναστὰς Ἰὼβ ἔῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἐκείρατο τὴν κώμην τῆς κεφαλῆς, καὶ πεσὼν χαμαὶ, προσεκύνησε, 21 καὶ εἶπεν, αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.

Job 22:30

30 Ῥύσεται ἀθῷον, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου.

Proverbs 11:11

11 Passage supplied from the Alexandrine text.{εν ευλογία ευθείων υψωθήσεται πόλις} στόμασι δὲ ἀσεβῶν κατεσκάφη.

Proverbs 30:4

4 Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ;

Ecclesiastes 7:19

19 20 Ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει.

Ecclesiastes 9:16-18

16 Καὶ εἶπα ἐγώ, ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι.
17 Λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται ὑπὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύναις.
18 Ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου· καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαθωσύνην πολλήν.

Isaiah 37:4

4 Εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα, καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριόν σου περὶ τῶν καταλελειμμένων τούτων.

Isaiah 37:15

15 Καὶ προσηύξατο Ἐζεκίας πρὸς Κύριον, λέγων,

Isaiah 37:21

21 Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν, καὶ εἶπεν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἤκουσα ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων.

Isaiah 57:1-2

1 Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ· ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος. 2 Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ τοῦ μέσου.

1 Kings 9:26

26 Καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν ἐν Γασίων Γαβὲρ τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Ἐδώμ.

2 Kings 2:8

8 Καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα· καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.

Joshua 1:1-9

1 ΚAI ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ, εἶπε Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυὴ τῷ ὑπουργῷ Μωυσῆ, λέγων, 2 Μωυσῆς ὁ θεράπων μου τετελεύτηκε· νῦν οὖν ἀναστὰς, διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς. 3 Πᾶς ὁ τόπος, ἐφʼ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτὸν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ· 4 Tὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης· ἀφʼ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν. 5 Οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε, οὐδʼ ὑπερόψομαί σε. 6 Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς. 7 Ἴσχυε οὖν καὶ ἀνδρίζου, φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου· καὶ οὐκ ἐκκλινεῖς ἀπʼ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς. 8 Καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτὸς, ἵνα εἰδῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωθήσῃ, καὶ εὐοδώσεις τὰς ὁδούς σου, καὶ τότε συνήσεις. 9 Ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς, μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ Κύριος ὁ Θεός σου εἰς πάντα οὗ ἐὰν πορεύῃ.

Judges 6:13

13 Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, ἐν ἐμοί, Κύριέ μου· καὶ εἰ ἔστι Κύριος μεθʼ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες, μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἐξέῤῥιψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδίαμ.

1 Kings 18:36-39

36 Καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραὴλ, ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρὶ, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς Ἰσραὴλ, καὶ ἐγὼ δοῦλός σου, καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα. 37 Ἐπάκουσόν μου Κύριε, ἐπάκουσόν μου, καὶ γνώτω ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς, καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω. 38 Καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ.
39 Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπον, ἀληθῶς Κύριος ὁ Θεὸς αὐτὸς ὁ Θεός.

2 Kings 2:8-10

8 Καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα· καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.
9 Καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς, καὶ Ἠλιοὺ εἶπε πρὸς Ἑλισαιὲ, αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ἑλισαιὲ, γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπʼ ἐμέ. 10 Καὶ εἶπεν Ἠλιοὺ, ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται.

Psalms 42:2

2 Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;

Psalms 42:10

10 Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδισάν με οἱ θλίβοντές με· ἐν τῷ λέγειν αὐτούς μοι καθʼ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεὸς σου;

Psalms 115:2

2 μή ποτε εἴπωσι τὰ ἔθνη, ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;

Joel 2:17

17 Ἀναμέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου, κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ, καὶ ἐροῦσι, φεῖσαι, Κύριε τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖ ἔθνεσι, ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;

Numbers 11:25-29

25 Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ ἐλάλησε πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπʼ αὐτῷ, καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο πνεῦμα ἐπʼ αὐτοὺς, καὶ ἐπροφήτευσαν, καὶ οὐκ ἔτι προσέθεντο. 26 Καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἑλδὰδ, καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ· καὶ ἐπανεπαύσατο ἐπʼ αὐτοὺς πνεῦμα· καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων, καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν· καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ. 27 Καὶ προσδραμὼν ὁ νεανίσκος, ἀπήγγειλε Μωυσῇ· καὶ εἶπε, λέγων, Ἑλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ. 28 Καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυὴ, ὁ παρεστηκὼς Μωυσῇ, ὁ ἐκλεκτὸς, εἶπε, κύριε Μωυσῆ, κώλυσον αὐτούς. 29 Καὶ εἶπε Μωυσῆς αὐτῷ, μὴ ζηλοῖς ἐμέ; καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπʼ αὐτούς;

Numbers 27:20

20 καὶ δώσεις τῆς δόξης σου ἐπʼ αὐτὸν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ.

Joshua 3:7

7 Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ἰσραὴλ, ἵνα γνῶσιν ὅτι καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.

Joshua 4:14

14 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησε Κύριος τὸν Ἰησοῦν ἐναντίον τοῦ παντὸς γένους Ἰσραὴλ· καὶ ἐφοβοῦντο αὐτὸν, ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη.

2 Kings 2:19

19 καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἑλισαιὲ, ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ, καὶ ἡ γῆ ἀτεκνουμένη.

2 Kings 4:1-4

1 Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς τὸν Ἑλισαιὲ, λέγουσα, ὁ δοῦλός σου ἀνήρ μου ἀπέθανε, καὶ σὺ ἔγνως, ὅτι δοῦλός σου ἦν φοβούμενος τὸν Κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους. 2 Καὶ εἶπεν Ἑλισαιὲ, τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἔστι σοι ἐν τῷ οἴκῳ; ἡ δὲ εἶπεν, οὐκ ἔστι τῇ δούλῃ σου οὐδὲν ἐν τῷ οἴκῳ, ὅτι ἀλλʼ ἢ ὃ ἀλείψομαι ἔλαιον. 3 Καὶ εἶπε πρὸς αὐτὴν, δεῦρο, αἴτησαι σεαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σκεύη κενά, μὴ ὀλιγώσῃς. 4 Καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου, καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα, καὶ τὸ πληρωθὲν ἀρεῖς.

2 Kings 4:37

37 Καὶ εἰσῆλθεν ἡ γυνὴ, καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν· καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς, καὶ ἐξῆλθε.

2 Kings 6:1-7

1 Καὶ εἶπον υἱοὶ τῶν προφητῶν πρὸς Ἑλισαιὲ, ἰδοὺ δὴ ὁ τόπος, ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου στενὸς ἀφʼ ἡμῶν. 2 Πορευθῶμεν δὴ ἕως τοῦ Ἰορδάνου, καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν, καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ· καὶ εἶπε, δεῦτε. 3 Καὶ εἶπεν ὁ εἷς ἐπιεικῶς, δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν, ἐγὼ πορεύσομαι. 4 Καὶ ἐπορεύθη μετʼ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ἰορδάνην, καὶ ἔτεμνον τὰ ξύλα. 5 Καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκὸν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ, καὶ ἐβόησεν, ὧ κύριε, καὶ αὐτὸ κεκρυμμένον. 6 Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισε ξύλον καὶ ἔῤῥιψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον. 7 Καὶ εἴρηκεν, ὕψωσον σεαυτῷ· καὶ ἐξέτεινε τὴν χεῖρα, καὶ ἔλαβεν αὐτό.

Isaiah 11:2

2 καὶ ἀναπαύσεται ἐπʼ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας

Isaiah 59:21

21 Καὶ αὕτη αὐτοῖς ἡ παρʼ ἐμοῦ διαθήκη, εἶπε Κύριος· τὸ πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου· εἶπε γὰρ Κύριος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.

Ezekiel 3:14

14 Καὶ τὸ πνεῦμα ἐξῇρέ με, καὶ ἀνέλαβέ με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπʼ ἐμὲ κραταιά.

Ezekiel 8:3

3 Καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς, καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου, καὶ ἀνέλαβέ με πνεῦμα ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς βλεπούσης εἰς βοῤῥᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου.

Ezekiel 11:24

24 Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤγαγέ με εἰς γῆς Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι Θεοῦ· Καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς ἴδον.

Ezekiel 40:2

2 ἐν ὁράσει Θεοῦ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἔθηκέ με ἐπʼ ὄρος ὑψηλὸν σφόδρα, καὶ ἐπʼ αὐτοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι,

2 Samuel 18:22-23

22 Καὶ προσέθετο ἔτι Ἀχιμάας υἱὸς Σαδὼκ, καὶ εἶπε πρὸς Ἰωὰβ, καὶ ἔστω, ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσί· καὶ εἶπεν Ἰωὰβ, ἱνατί σὺ τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστι σοι εὐαγγέλια εἰς ὠφέλειαν πορευομένῳ. 23 Καὶ εἶπε, τί γὰρ ἐὰν δράμω; καὶ εἶπεν αὐτῷ Ἰωὰβ, δράμε· καὶ ἔδραμεν Ἀχιμάας τὴν ὁδὸν τὴν τοῦ Κεχὰρ, καὶ ὑπερέβη τὸν Χουσί.

2 Kings 8:11

11 Καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ, καὶ ἔθηκεν ἕως αἰσχύνης· καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ Θεοῦ.

Exodus 7:19

19 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, εἰπὸν Ἀαρὼν τῷ ἀδελφῷ σου, λάβε τὴν ῥάβδον σου ἐν τῇ χειρί σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου, καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν, καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν, καὶ ἐπὶ τὰ ἕλη αὐτῶν, καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν, καὶ ἔσται αἷμα· καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου, ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις.

Exodus 15:23

23 Ἦλθον δὲ εἰς Μεῤῥᾶ, καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία.

Exodus 23:26

26 Οὐκ ἔσται ἄγονος, οὐδὲ στείρα ἐπὶ τῆς γῆς σου· τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρῶν ἀναπληρώσω.

Numbers 12:11

11 Καὶ εἶπεν Ἀαρὼν πρὸς Μωυσῆν, δέομαι κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, διότι ἠγνοήσαμεν καθʼ̓ ὅτι ἡμάρτομεν.

Deuteronomy 28:2-4

2 καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται, καὶ εὑρήσουσί σε· ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, 3 εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ. 4 Εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, καὶ τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου.

Deuteronomy 28:11

11 Καὶ πληθυνεῖ σε Κύριος ὁ Θεός σου εἰς ἀγαθὰ ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου, καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου, καὶ ἐπὶ τοῖς γεννήμασι τῆς γῆς σου, ἐπὶ τῆς γῆς σου ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι.

Deuteronomy 28:15-18

15 Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσεσθαι πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται, καὶ καταλήψονταί σε. 16 Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ. 17 Ἐπικατάρατοι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου. 18 Ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου.

Joshua 6:17

17 Καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρίῳ Σαβαώθ· πλὴν Ῥαὰβ τὴν πόρνην περιποιήσασθε αὐτὴν, καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς.

1 Kings 18:7

7 Καὶ ἦν Ἀβδιοὺ ἐν τῇ ὁδῷ μόνος· καὶ ἦλθεν Ἠλιοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Ἀβδιοὺ ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπεν, εἰ σὺ εἶ αὐτὸς, κύριέ μου Ἠλιού;

Hosea 9:14

14 Δὸς αὐτοῖς, Κύριε, τί δώσεις αὐτοῖς; μήτραν ἀτεκνοῦσαν, καὶ μαστούς ξηρούς.

Judges 9:45

45 Καὶ Ἀβιμέλεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβετο τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινε, καὶ τὴν πόλιν καθεῖλε, καὶ ἔσπειρεν αὐτὴν ἅλας.

Ezekiel 47:11

11 Καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ, καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ, καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ, οὐ μὴ ὑγιάσωσιν, εἰς ἅλας δέδονται.

Zephaniah 2:9

9 Διατοῦτο ζῶ ἐγὼ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνία ἅλωνος, καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.

Exodus 15:25-26

25 Ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον· καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ· ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις· καὶ ἐκεῖ αὐτὸν ἐπείρασε, 26 καὶ εἶπεν, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἰώμενός σε.

Leviticus 2:13

13 Καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται· οὐ διαπαύσατε ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν· ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλας.

2 Kings 4:41

41 Καὶ εἶπε, λάβετε ἄλευρον, καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ἑλισαιὲ πρὸς Γιεζὶ τὸ παιδάριον, ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἐκεῖ ἔτι ῥῆμα πονηρὸν ἐν τῷ λέβητι.

2 Kings 6:6

6 Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισε ξύλον καὶ ἔῤῥιψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον.

Psalms 107:33-38

33 Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν· 34 γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. 35 Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. 36 Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας. 37 Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος. 38 Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνε.

Ezekiel 47:8-11

8 Καὶ εἶπε πρὸς μὲ, τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν, καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα. 9 Καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων, ἐπὶ πάντα, ἐφʼ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμὸς, ζήσεται· καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει, καὶ ζήσεται, πᾶν ἐφʼ ὃ ἂν ἔλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται.
10 Καὶ στήσονται ἐκεῖ ἁλιεῖς ἀπὸ Ἰνγαδεὶν ἕως Ἐναγαλείμ· ψυγμὸς σαγηνῶν ἔσται, καθʼ ἑαυτὴν ἔσται· καὶ οἱ ἰχθύες αὐτῆς, ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης, πλῆθος πολὺ σφόδρα. 11 Καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ, καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ, καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ, οὐ μὴ ὑγιάσωσιν, εἰς ἅλας δέδονται.

Genesis 21:9

9 Ἰδοῦσα δὲ Σάῤῥα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἁβραὰμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς,

1 Kings 12:28-32

28 Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς, καὶ ἐπορεύθη, καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς, καὶ εἶπε πρὸς τὸν λαὸν, ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ἱερουσαλήμ· ἰδοὺ θεοί σου Ἰσραὴλ οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. 29 Καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν. 30 Καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δὰν, καὶ εἴασαν τὸν οἶκον Κυρίου. 31 Καὶ ἐποίησεν οἴκους ἐφʼ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευί.
32 Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθὴλ τοῦ θύειν ταῖς δαμάλεσιν αἷς ἐποίησε, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν ὧν ἐποίησε.

2 Chronicles 36:16

16 Καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐξουθενοῦντες τοὺς λόγους αὐτοῦ, καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα.

Job 19:18

18 Οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο, ὅταν ἀναστῶ, κατʼ ἐμοῦ λαλοῦσιν.

Job 30:1

1 Νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι, νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.

Job 30:8-31

8 Ἀφρόνων υἱοὶ καὶ ἀτίμων, ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. 9 Νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν. 10 Ἐβδελύξαντο δέ με ἀποστάντες μακρὰν, ἀπὸ δὲ τοῦ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. 11 Ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν. 12 Ἐπὶ δεξιῶν βλαστοῦ ἐξανέστησαν, πόδα αὐτῶν ἐξέτειναν, καὶ ὡδοποίησαν ἐπʼ ἐμὲ· τρίβους ἀπωλείας αὐτῶν. 13 Ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν· βέλεσιν αὐτοῦ κατηκόντισέ με. 14 Κέχρηται δέ μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι. 15 Ἐπιστρέφονταί μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα, καὶ ὥσπερ νέφος ἡ σωτηρία μου.
16 Καὶ νῦν ἐπʼ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσι δέ με ἡμέραι ὀδυνῶν. 17 Νυκτί δέ μου τὰ ὀστᾶ συγκέχυται, τὰ δὲ νεῦρά μου διαλέλυται. 18 Ἐν πολλῇ ἰσχύϊ ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. 19 Ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς·
20 Κέκραγα δὲ πρός σε καὶ οὐκ ἀκούεις μου, ἔστησαν δὲ καὶ κατενόησάν με. 21 Ἐπέβηςαν δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας. 22 Ἔταξας δέ με ἐν ὀδύναις, καὶ ἀπέῤῥιψάς με ἀπὸ σωτηρίας. 23 Οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ. 24 Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο. 25 Ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις· 26 ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν.
27 Ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας. 28 Στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. 29 Ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. 30 Τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. 31 Ἀπέβη δὲ εἰς πένθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.

Psalms 31:18

18 Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.

Psalms 35:15

15 Καὶ κατʼ ἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν, συνήχθησαν ἐπʼ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων· διεσχίσθησαν καὶ οὐ κατενύγησαν.

Proverbs 20:11

11 14(11) Ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθήσεται νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.

Proverbs 22:6

6

Proverbs 22:15

15 Ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπʼ αὐτοῦ.

Ecclesiastes 11:10

10 Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης.

Isaiah 1:4

4 Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπατε τὸν Κύριον, καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ.

Isaiah 3:5

5 Καὶ συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· πρσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον.

Isaiah 57:3-4

3 Ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. 4 Ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; σπέρμα ἄνομον;

Jeremiah 7:18

18 Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς, τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.

Hosea 4:15

15 Σὺ δέ Ἰσραὴλ μὴ ἀγνόει, καὶ Ἰούδα μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα, καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ὦν, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον.

Hosea 10:5

5 Τῷ μόσχῳ τοῦ οἴκου Ὦν παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησε λαὸς αὐτοῦ ἐπʼ αὐτὸν· καὶ καθὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπʼ αὐτοῦ.

Hosea 10:15

15 οὕτως ποιήσω ὑμῖν οἶκος τοῦ Ἰσραὴλ ἀπὸ προσώπου ἀδικίας κακιῶν ὑμῶν.

Amos 3:14

14 Διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ἰσραὴλ ἐπʼ αὐτὸν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ πεσοῦνται ἐπὶ τὴν γῆν.

Amos 4:4

4 Εἰσήλθατε εἰς Βαιθὴλ, καὶ ἠνομήσατε, καὶ εἰς Γάλγαλα ἐπληθύνατε τοῦ ἀσεβῆσαι· καὶ ἠνέγκατε εἰς τοπρωῒ θυσίας ὑμῶν, εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν.

Amos 5:5

5 Καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ, καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα.

Amos 7:13

13 εἰς δὲ Βαιθὴλ οὐκ ἔτι προσθήσεις τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, καὶ οἶκος βασιλείας ἐστί.

Genesis 9:25

25 καὶ εἶπεν, ἐπικατάρατος Χαναάν παῖς· οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.

Exodus 20:5

5 Οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεὸς σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με,

Deuteronomy 28:15-26

15 Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσεσθαι πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται, καὶ καταλήψονταί σε. 16 Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ. 17 Ἐπικατάρατοι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου. 18 Ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου. 19 Ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
20 Ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου, ἕως ἂν ἐξολοθρεύσῃ σε, καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐγκατέλιπές με. 21 Προσκολλήσαι Κύριος εἰς σὲ τὸν θάνατον, ἕως ἂν ἐξαναλώσῃ σε ἀπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν. 22 Πατάξαι σε Κύριος ἐν ἀπορίᾳ, καὶ πυρετῷ, καὶ ῥίγει, καὶ ἐρεθισμῷ, καὶ ἀνεμοφθορίᾳ, καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε ἕως ἂν ἀπολέσωσί σε. 23 Καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ. 24 Δῴη Κύριος ὁ Θεός σου τὸν ὑετὸν τῆς γῆς σου κονιορτόν, καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται, ἕως ἂν ἐκτρίψῃ σε, καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει. 25 Δῴη σε Κύριος ἐπι κοπὴν ἐναντίον τῶν ἐχθρῶν· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ διασπορὰ ἐν πάσαις βασιλείαις τῆς γῆς. 26 Καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν.

Judges 9:20

20 Εἰ δὲ οὔ, ἐξέλθοι πῦρ ἀπὸ Ἀβιμέλεχ, καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων καὶ τὸν οἶκον Βηθμααλὼ· καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων, καὶ ἐκ τοῦ οἴκου Βηθμααλὼν, καὶ καταφάγοι τὸν Ἀβιμέλεχ.

Judges 9:57

57 Καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν Συχὲμ ἐπέστρεψεν ὁ Θεὸς εἰς κεφαλὴν αὐτῶν· καὶ ἐπῆλθεν ἐπʼ αὐτοὺς ἡ κατάρα Ἰωάθαμ υἱοῦ Ἱεροβάαλ.

2 Samuel 17:8

8 Καὶ εἶπε Χουσὶ, σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ, ὅτι δυνατοί εἰσι σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν, ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ· καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς, καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν.

1 Kings 13:24

24 Καὶ εὗρεν αὐτὸν λέγων ἐν τῇ ὁδῷ, καὶ ἐθανάτωσεν αὐτόν· καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐῥῥιμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος εἱστήκει παρʼ αὐτὸ, καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα.

1 Kings 19:17

17 Καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομφαίας Ἀζαὴλ, θανατώσει Ἰού· καὶ τὸν σῳζόμενον ἐκ ῥομφαίας Ἰοὺ, θανατώσει Ἑλισαιέ.

1 Kings 20:36

36 Καὶ εἶπε πρὸς αὐτὸν, ἀνθʼ ὧν οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου, καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἀπʼ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπʼ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων, καὶ ἐπάταξεν αὐτόν.

2 Kings 1:10-12

10 Καὶ ἀπεκρίθη Ἠλιού, καὶ εἶπε πρὸς τὸν πεντηκόνταρχον, καὶ εἰ ἄνθρωπος Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. 11 Καὶ προσέθετο ὁ βασιλεὺς, καὶ ἀπέστειλε πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ· καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν, καὶ εἶπεν, ἄνθρωπε τοῦ Θεοῦ, τάδε λέγει ὁ βασιλεὺς, ταχέως κατάβηθι. 12 Καὶ ἀπεκρίθη Ἠλιοὺ καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν, εἰ ἄνθρωπος Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐξ οὐρανοῦ, καὶ κατέφαγε αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.

Nehemiah 13:25-27

25 Καὶ ἐμαχεσάμην μετʼ αὐτῶν, καὶ κατηρασάμην αὐτούς· καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας, καὶ ἐμαδάρωσα αὐτοὺς, καὶ ὥρκισα αὐτοὺς ἐν τῷ Θεῷ, ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν. 26 Οὐχ οὕτως ἥμαρτε Σαλωμὼν βασιλεὺς Ἰσραήλ; καὶ ἐν ἔθνεσι πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ, καὶ ἀγαπώμενος τῷ Θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ Θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ἰσραὴλ, καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι. 27 Καὶ ὑμῶν μὴ ἀκουσώμεθα ποιῆσαι πᾶσαν πονηρίαν ταύτην, ἀσυνθετῆσαι ἐν τῷ Θεῷ ἡμῶν, καθίσαι γυναῖκας ἀλλοτρίας.

Proverbs 17:12

12 Ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά.

Proverbs 28:15

15 Λέων πεινῶν καὶ λύκος διψῶν, ὃς τυραννεῖ, πτωχὸς ὤν, ἔθνους πενιχροῦ. 16 Διατοῦτο οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ.

Jeremiah 29:21-23

21 Οὕτως εἶπε Κύριος ἐπὶ Ἀχιὰβ, καὶ ἐπὶ Σεδεκίαν, ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατʼ ὀφθαλμοὺς ὑμῶν. 22 Καὶ λήψονται ἀπʼ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ἰούδα ἐν Βαβυλῶνι, λέγοντες, ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε, καὶ ὡς Ἀχιὰβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί, 23 διʼ ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραὴλ, καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν, καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου, ὃν οὐ συνέταξα αὐτοῖς· καὶ ἐγὼ μάρτυς, φησὶ Κύριος.

Lamentations 3:65

65 ΘΑΥ. Ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν, καρδίας μου μόχθον.

Hosea 13:8

8 ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἡ ἀπορουμένη, καὶ διαῤῥήξω συγκλεισμὸν καρδίας αὐτῶν, καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς.

Amos 7:17

17 Διὰ τοῦτο τάδε λέγει Κύριος, ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ γῆς γῆς αὐτοῦ· οὕτωσ ἔδειξέ μοι Κύριος Κύριος.

1 Kings 18:19-20

19 Καὶ νῦν ἀπόστειλον, συνάθροισον πρὸς μὲ πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα, καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίου ἐσθίοντας τράπεζαν Ἰεζάβελ.
20 Καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραὴλ, καὶ ἐπισυνήγαγε πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.

1 Kings 18:42

42 Καὶ ἀνέβη Ἀχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν· καὶ Ἠλιοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν, καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀναμέσον τῶν γονάτων αὐτοῦ,

2 Kings 4:25

25 Καὶ ἐπορεύθη καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος· καὶ ἐγένετο ὡς εἶδεν Ἑλισαιὲ ἐρχομένην αὐτὴν, καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ, ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.