34 Καὶ ἐβασίλευσε Φαραὼ Νεχαὼ ἐπʼ αὐτοὺς τὸν Ἐλιακὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ· καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακίμ· καὶ τὸν Ἰωάχαζ ἔλαβε καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ.
2 Kings 23:34 Cross References - Brenton_Greek
Genesis 41:45
45 Καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσὴφ, Ψονθομφανήχ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσεννὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ εἰς γυναῖκα.
Joshua 18:18
18 καὶ διελεύσεται κατὰ νώτου Βαιθάραβα ἀπὸ βοῤῥᾶ, καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βοῤῥᾶ.
2 Kings 24:17
17 Καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Βατθανίαν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ, καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ, Σεδεκία.
1 Chronicles 3:15
15 Καὶ υἱοὶ Ἰωσία, πρωτότοκος Ἰωανὰν, ὁ δεύτερος Ἰωακὶμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ.
2 Chronicles 36:3-4
3 Καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον, καὶ ἐπέβαλε φόρον ἐπὶ τὴν γῆν, ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου. 4 Καὶ κατέστησε Φαραὼ Νεχαὼ τὸν Ἐλιακὶμ υἱὸν Ἰωσίου βασιλέα ἐπὶ Ἰούδα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ, καὶ μετέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακίμ· καὶ τὸν Ἰωάχαζ ἀδελφὸν αὐτοῦ ἔλαβε Φαραὼ Νεχαώ, καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ· καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκε τῷ Φαραῷ· τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα Φαραώ· καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς, δοῦναι Φαραῷ Νεχαῷ.
Jeremiah 22:11-12
Ezekiel 19:3-4
Daniel 1:7
7 Καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα· τῷ Δανιὴλ Βαλτάσαρ, καὶ τῷ Ἀνανίᾳ Σεδρὰχ, καὶ τῷ Μισαὴλ Μισὰχ, καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγώ.