Daniel 1:1 Cross References - Brenton_Greek

1 ἘN ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα, ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἐπολιόρκει αὐτήν.

2 Kings 24:1-2

1 Εν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ ἐγενήθη αὐτῷ Ἰωακὶμ δοῦλος τρία ἔτη· καὶ ἐπέστρεψε καὶ ἠθέτησεν ἐν αὐτῷ. 2 Καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων, καὶ τοὺς μονοζώνους Συρίας, καὶ τοὺς μονοζώνους Μωὰβ, καὶ τοὺς μονοζώνους υἱῶν Ἀμμὼν, καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ἰούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.

2 Kings 24:13

13 Καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου, καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως, καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ ἃ ἐποίησε Σαλωμὼν ὁ βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ῥῆμα Κυρίου.

2 Chronicles 36:5-7

5 Ὢν εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρὰ, θυγάτηρ Νηρίου ἐκ Ῥαμά· καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη, καὶ ἀπέστη ἀπʼ αὐτοῦ· καὶ ἀπέστειλε Κύριος ἐπʼ αὐτοὺς τοὺς Χαλδαίους, καὶ λῃστήρια Σύρων, καὶ λῃστήρια Μωαβιτῶν, καὶ υἱῶν Ἀμμὼν, καὶ τῆς Σαμαρείας, καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον Κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν· πλὴν θυμὸς Κυρίου ἦν ἐπὶ Ἰούδαν, τοῦ ἀποστῆναι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασσῆ ἐν πᾶσιν οἷς ἐποίησε, καὶ ἐν αἵματι ἀθῴῳ ᾧ ἐξέχεεν Ἰωακὶμ, καὶ ἔπλησε τὴν Ἱερουσαλὴμ αἵματος ἀθῴου, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι αὐτούς. 6 Καὶ ἀνέβη ἐπʼ αὐτὸν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις, καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα. 7 Καὶ μέρος τῶν σκευῶν οἴκου Κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα, καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.