Daniel 8:12 Cross References - Brenton_Greek

12 Καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησε, καὶ εὐοδώθη.

1 Samuel 23:9

9 Καὶ ἔγνω Δαυὶδ, ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν· καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα, προσάγαγε τὸ ἐφοὺδ Κυρίου.

Job 12:6

6 ὅσοι παροργίζουσι τὸν Κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται.

Psalms 119:43

43 Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα.

Psalms 119:142

142 Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.

Isaiah 59:14

14 Καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν· ὅτι κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ διʼ εὐθείας οὐκ ἐδύναντο διελθεῖν.

Jeremiah 12:1

1 Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα;

Daniel 8:4

4 Καὶ ἴδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ Νότον· καὶ πάντα τὰ θηρία οὐ στήσεται ἐνώπιον αὐτοῦ· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη.

Daniel 11:28

28 Καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.

Daniel 11:31-36

31 Καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν, καὶ δώσουσι βδέλυγμα ἠφανισμένων. 32 Καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθήμασι· καὶ λαὸς γινώσκοντες Θεὸν αὐτοῦ κατισχύσουσι, καὶ ποιήσουσι, 33 καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλὰ, καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ, καὶ ἐν φλογὶ, καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ ἡμερῶν. 34 Καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς, βοηθηθήσονται βοήθειαν μικρὰν, καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι.
35 Καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσι, τοῦ πυρῶσαι αὐτοὺς, καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ ἀποκαλυφθῆναι ἕως καιροῦ πέρας, ὅτι ἔτι εἰς καιρόν.
36 Καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ· καὶ ὁ βασιλεὺς ὑψωθήσεται καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν, καὶ λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ μέχρις οὗ συντελεσθῇ ἡ ὀργὴ, εἰς γὰρ συντέλειαν γίνεται.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.