22 Καὶ συνέτισέ με, καὶ ἐλάλησε μετʼ ἐμοῦ, καὶ εἶπε, Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν
Daniel 9:22 Cross References - Brenton_Greek
Daniel 8:16
16 Καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀναμέσον τοῦ Οὐβὰλ, καὶ ἐκάλεσε, καὶ εἶπε, Γαβριὴλ συνέτισον ἐκεῖνον τὴν ὅρασιν.
Daniel 9:24-27
24 Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, σου τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.
25 Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ, ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξηκονταδύο· καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεῖα, καὶ τεῖχος, καὶ ἐκκενωθήσονται οἱ καιροί.
26 Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξηκονταδύο, ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀφανισμοῖς.
27 Καὶ δυναμώσει διαθήκην πολλοῖς, ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως τῆς συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.

Daniel 10:21
21 Ἀλλʼ ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετʼ ἐμοῦ περὶ τούτων, ἀλλʼ ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.
Zechariah 1:9
9 Καὶ εἶπα, τί οὗτοι, κύριε; καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, ἐγὼ δείξω σοι τί ἐστι ταῦτα.
Zechariah 1:14
14 Καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, ἀνάκραγε λέγων,
Τάδε λέγει Κύριος παντοκράτωρ, ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν,