Ecclesiastes 9:6 Cross References - Brenton_Greek

6 Καί γε ἀγάπη αὐτῶν, καί γε μῖσος αὐτῶν, καί γε ζῆλος αὐτῶν ἤδη ἀπώλετο· καί γε μερὶς οὐκ ἔστιν αὐτοῖς ἔτι εἰς τὸν αἰῶνα ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον.

Exodus 1:8

8 Ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπʼ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.

Job 3:17-18

17 Ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι. 18 Ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου.

Psalms 146:3-4

3 Μὴ πεποίθατε ἐπʼ ἄρχοντας, καὶ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. 4 Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.

Proverbs 10:28

28 Ἐγχρονίζει δικαίοις εὐφροσύνη, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.

Ecclesiastes 2:18-23

18 Καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχθον μου ὃν ἐγὼ κοπιῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετʼ ἐμέ. 19 Καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων; καὶ εἰ ἐξουσιάζεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ᾧ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης. 20 Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τὴν καρδίαν μου ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον· 21 Ὅτι ἐστὶν ἄνθρωπος ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρίᾳ· καὶ ἄνθρωπος, ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει αὐτῷ μερίδα αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη, 22 ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον. 23 Ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ· καί γε τοῦτο ματαιότης ἐστίν.

Ecclesiastes 6:12

12 ὅτι τίς οἶδεν ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ, ἀριθμὸν ζωῆς ἡμερῶν ματαιότητος αὐτοῦ; καὶ ἐποίησεν αὐτὰ ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ, τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.