Esther 1:1 Cross References - Brenton_Greek

1 “ἝΤΟΥΣ δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου βασιλέως τῇ μιᾷ τοῦ Νισάν, ἐνύπνιον εἶδε Μαρδοχαῖος ὁ τοῦ Ἰαΐρου, τοῦ Σεμεΐου, τοῦ Κισσαίου, ἐκ φυλῆς Βενιαμὶν, ἄνθρωπος Ἰουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας, θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως. Ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας, ἧς ᾐχμαλώτευσε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος ἐξ Ἱερουσαλὴμ, μετὰ Ἰεχονίου τοῦ βασιλέως τῆς Ἰουδαίας.
“Καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμὸς, τάραχος ἐπὶ τῆς γῆς. Καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι, ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν· καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη, καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον, ὥστε πολεμῆσαι δικαίων ἔθνος. Καὶ ἰδοὺ ἡμέρα σκότος καὶ γνόφου, θλῖψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς. Καὶ ἐταράχθη πᾶν ἔθνος δίκαιον φοβούμενοι τὰ ἑαυτῶν κακὰ, καὶ ἡτοιμάσθησαν ἀπολέσθαι, καὶ ἐβόησαν πρὸς τὸν Θεόν· ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ. Καὶ φῶς καὶ ἥλιος ἀνέτειλε, καὶ οἱ ταπεινοὶ ὑψώθησαν, καὶ κατέφαγον τοὺς ἐνδόξους.
“Καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο, καὶ τί ὁ Θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ, καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός. Καὶ ἡσύχασε Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβαθὰ καὶ Θάῤῥα τῶν δύο εὐνούχων τοῦ βασιλέως, τῶν φυλασσόντων τὴν αὐλήν. Ἤκουσέ τε αὐτῶν τοὺς λογισμοὺς, καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησε· καὶ ἔμαθεν, ὅτι ἑτοιμάζουσι τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ· καὶ ὑπέδειξε τῷ βασιλεῖ περὶ αὐτῶν. Καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους, καὶ ὁμολογήσαντες ἀπήχθησαν. Καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων. Καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ, καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων. Καὶ ἦν Ἀμὰν Ἀμαδάθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως, καὶ ἐζήτησε κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ, ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως.”
Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου· ʼοὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἐκράτησεν·

Ezra 4:6

6 Καὶ ἐν βασιλείᾳ Ἀσσουήρου, καὶ ἐν ἀρχῆ βασιλείας αὐτοῦ ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκοῦντας Ἰούδα καὶ Ἱερουσαλήμ.

Esther 8:9

9 Ἐκλήθησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνί, ὅς ἐστι Νισὰν, τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους, καὶ ἐγράφη τοῖς Ἰουδαίοις, ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσι τῶν σατραπῶν, ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ἑκατὸν εἰκοσιεπτὰ σατράπαις κατὰ χώραν καὶ χώραν, κατὰ τὴν αὐτῶν λέξιν.

Esther 9:30

Isaiah 18:1

1 Οὐαὶ γῆς πλοίων πτέρυγες, ἐπέκεινα ποταμῶν Αἰθιοπίας·

Isaiah 37:9

9 ἐξῆλθε Θαρακὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν, λέγων,

Daniel 6:1

1 Καὶ ἤρεσεν ἐνώπιον Δαρείου, καὶ κατέστησεν ἐπὶ τῆς βασιλείας σατράπας ἑκατὸν εἴκοσι, τοῦ εἶναι αὐτοὺς ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ,

Daniel 9:1

1 Ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ἀσουήρου, ἀπὸ τοῦ σπέρματος τῶν Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ βασιλείαν Χαλδαίων,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.