Exodus 1:1 Cross References - Brenton_Greek

1 ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν, ἕκαστος πανοικὶ αὐτῶν εἰσήλθοσαν.

Genesis 29:31-30:21

31 Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.

Genesis 35:18

18 Ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχὴν, ἀπέθνησκε γάρ, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ, Βενιαμίν.

Genesis 35:23-26

23 Υἱοὶ Λείας, πρωτότοκος Ἰακὼβ, Ῥουβήν, Συμεών, Λευί, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών. 24 Υἱοὶ δὲ Ῥαχήλ, Ἰωσὴφ, καὶ Βενιαμίν. 25 Υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ῥαχήλ, Δὰν, καὶ Νεφθαλείμ. 26 Υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας, Γὰδ, καὶ Ἀσήρ· οὗτοι υἱοὶ Ἰακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.

Genesis 46:8-26

8 Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ, Ῥουβήν. 9 Υἱοὶ δὲ Ῥουβήν, Ἐνὼχ, καὶ Φαλλὸς, Ἀσρὼν, καὶ Χαρμί. 10 Υἱοὶ δὲ Συμεὼν, Ἰεμουὴλ, καὶ Ἰαμεὶν καὶ Ἀὼδ, καὶ Ἀχεὶν, καὶ Σαὰρ, καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος. 11 Υἱοὶ δὲ Λευΐ, Γηρσὼν, Κὰθ, καὶ Μεραρί. 12 Υἱοὶ δὲ Ἰούδα, ῍Ηρ, καὶ Αὐνὰν, καὶ Σηλὼμ, καὶ Φαρὲς, καὶ Ζαρά· ἀπέθανε δὲ ῍Ηρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρὲς, Ἐσρὼν, καὶ Ἰεμουήλ. 13 Υἱοὶ δὲ Ἰσσάχαρ, Θωλὰ, καὶ Φουὰ, καὶ Ἀσοὺμ, καὶ Ζαμβράμ. 14 Υἱοὶ δὲ Ζαβουλὼν, Σερὲδ, καὶ Ἀλλὼν, καὶ Ἀχοήλ. 15 Οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς. 16 Υἱοὶ δὲ Γάδ, Σαφὼν, καὶ Ἀγγὶς, καὶ Σαυνὶς, καὶ Θασοβὰν, καὶ Ἀηδεὶς, καὶ Ἀροηδεὶς, καὶ Ἀρεηλείς. 17 Υἱοὶ δὲ Ἀσὴρ, Ἰεμνά, Ἰεσσουὰ, καὶ Ἰεοὺλ, καὶ Βαριὰ, καὶ Σάρα ἀδελφὴ αὐτῶν. Υἱοὶ δὲ Βαριὰ, Χοβόρ, καὶ Μελχιΐλ. 18 Οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ, δεκαὲξ ψυχάς. 19 Υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακὼβ, Ἰωσὴφ, καὶ Βενιαμίν. 20 Ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσενὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ, καὶ τὸν Ἐφραίμ· ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ· υἱοὶ δὲ Ἐφραὶμ ἀδελφοῦ Μανασσῆ, Σουταλαὰμ, καὶ Ταάμ· υἱοὶ δὲ Σουταλαὰμ, Ἐδώμ. 21 Υἱοὶ δὲ Βενιαμὶν, Βαλὰ, καὶ Βοχὸρ, καὶ Ἀσβήλ· ἐγένοντο δὲ υἱοὶ Βαλά, Γηρὰ, καὶ Νεομὰν, καὶ Ἀγχὶς, καὶ Ῥὼς, καὶ Μαμφίμ· Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ. 22 Οὗτοι υἱοὶ Ῥαχὴλ, οὓς ἔτεκε τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ. 23 Υἱοὶ δὲ Δὰν, Ἀσόμ. 24 Καὶ υἱοὶ Νεφθαλείμ, Ἀσιὴλ, καὶ Γωνὶ, καὶ Ἰσσάαρ, καὶ Συλλήμ. 25 Οὗτοι υἱοὶ Βαλλὰς, ἣν ἔδωκε Λάβαν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ, πᾶσαι αἱ ψυχαὶ ἑπτά. 26 Πᾶσαι δέ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακὼβ, πᾶσαι αἱ ψυχαὶ, ἑξηκονταέξ·

Genesis 49:3-27

3 Ρουβὴν πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης. 4 Ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέβης. 5 Συμεὼν καὶ Λευὶ ἀδελφοὶ συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν. 6 Εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου· ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. 7 Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη· διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. 8 Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. 9 Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; 10 Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἐὰν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· καὶ αὐτὸς προσδοκία ἐθνῶν. 11 Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. 12 Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ αὐτοῦ οἴνου· καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. 13 Ζαβουλὼν παράλιος κατοικήσει καὶ αὐτὸς παρʼ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος. 14 Ἰσσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων. 15 Καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός. 16 Δὰν κρινεῖ τὸ λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ. 17 Καὶ γενηθήτω Δὰν ὄφις ἐφʼ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου· καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, 18 τὴν σωτηρίαν περιμένων Κυρίου. 19 Γὰδ, πειράτήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας. 20 Ἀσὴρ, πίων αὐτοῦ ὁ ἄρτος· καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσι. 21 Νεφθαλὶ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος. 22 Υἱὸς ηὐξημένος Ἰωσὴφ, υἱὸς ηὐξημένος μου ζηλωτός, υἱός μου νεώτατος· πρός με ἀνάστρεψον. 23 Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων. 24 Καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν· καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρὸς αὐτῶν, διά χεῖρα δυνάστου Ἰακώβ· ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου. 25 Καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς, καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν, καὶ εὐλογίαν γῆς ἐχούσης πάντα, εἵνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, 26 εὐλογίας πατρός σου καὶ μητρός σου· ὑπερίσχυσεν ὑπὲρ εὐλογίας ὀρέων μονίμων, καὶ ἐπʼ εὐλογίαις θινῶν ἀενάων· ἔσονται ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν. 27 Βενιαμὶν λύκος ἅρπαξ, τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας δίδωσι τροφήν.

Exodus 6:14-16

14 Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν· υἱοὶ Ῥουβὴν, πρωτοτόκου Ἰσραήλ· Ἐνὼχ, καὶ Φαλλούς, Ἀσρὼν, καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ῥουβήν. 15 Καὶ υἱοὶ Συμεών· Ἰεμουὴλ, καὶ Ἰαμεὶμ, καὶ Ἀὼδ, καὶ Ἰαχεὶν, καὶ Σαὰρ, καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών. 16 Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν· Γεδσών, Καὰθ, καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριακοντα ἑπτά.

1 Chronicles 2:1-2

1 Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ· Ῥουβὴν, Συμεὼν, Λευὶ, Ἰούδα, Ἰσσάχαρ, Ζαβουλὼν, 2 Δὰν, Ἰωσήὴφ, Βενιαμὶν, Νεφθαλὶ, Γὰδ, Ἀσὴρ.

1 Chronicles 12:23-40

23 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου. 24 Υἱοὶ Ἰούδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως. 25 Τῶν υἱῶν Συμεὼν, δυνατοὶ ἰσχύος εἰς παράταξιν, ἑπτὰ χιλιάδες καὶ ἑκατόν. 26 Τῶν υἱῶν Λευὶ, τετρακισχίλιοι καὶ ἑξακόσιοι. 27 Καὶ Ἰωαδὰς ὁ ἡγούμενος τῷ Ἀαρὼν, καὶ μετʼ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι. 28 Καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύϊ, καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἰκοσιδύο. 29 Καὶ τῶν υἱῶν Βενιαμὶν τῶν ἀδελφῶν Σαοὺλ, τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαούλ. 30 Καὶ ἀπὸ υἱῶν Ἐφραὶμ, εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύϊ ἄνδρες ὀνομαστοὶ κατʼ οἴκους πατριῶν αὐτῶν. 31 Καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ, δεκαοκτὼ χιλιάδες, καὶ οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυίδ. 32 Καὶ ἀπὸ τῶν υἱῶν Ἰσσάχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ἰσραὴλ, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετʼ αὐτῶν.
33 Καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσι σκεύεσι πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυὶδ οὐ χεροκένως. 34 Καὶ ἀπὸ Νεφθαλὶ ἄρχοντες χίλιοι, καὶ μετʼ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασι, τριακονταεπτὰ χιλιάδες. 35 Καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον, εἰκοσιοκτὼ χιλιάδες καὶ ὀκτακόσιοι. 36 Καὶ ἀπὸ τοῦ Ἀσὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον, τεσσαράκοντα χιλιάδες. 37 Καὶ ἐκ πέραν τοῦ Ἰορδάνου ἀπὸ Ῥουβὴν, καὶ Γαδδὶ, καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν πᾶσι σκεύεσι πολεμικοῖς, ἑκατὸν εἴκοσι χιλιάδες.
38 Πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ· καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυὶδ ἐπὶ πάντα Ἰσραήλ· καὶ ὁ κατάλοιπος Ἰσραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυίδ. 39 Καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἰ ἀδελφοὶ αὐτῶν. 40 Καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ἰσσάχαρ καὶ Ζαβουλὼν καὶ Νεφθαλὶ, ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον, καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ἰσραήλ.

1 Chronicles 27:16-22

16 Καὶ ἐπὶ τῶν φυλῶν Ἰσραὴλ, τῷ Ῥουβὴν ἡγούμενος Ἐλιέζερ ὁ τοῦ Ζεχρί· τῷ Συμεὼν, Σαφατίας ὁ τοῦ Μααχά. 17 Τῷ Λευὶ, Ἀσαβίας ὁ τοῦ Καμουήλ· τῷ Ἀαρὼν, Σαδώκ. 18 Τῷ Ἰούδᾳ, Ἐλιὰβ τῶν ἀδελφῶν Δαυίδ· τῷ Ἰσσάχαρ, Ἀμβρὶ ὁ τοῦ Μιχαήλ. 19 Τῷ Ζαβουλὼν, Σαμαΐας ὁ τοῦ Ἀβδίου· τῷ Νεφθαλὶ, Ἰεριμὼθ ὁ τοῦ Ὀζιήλ. 20 Τῷ Ἐφραὶμ, Ὠσὴ ὁ τοῦ Ὀζίου· τῷ ἡμίσει φυλῆς Μανασσῆ, Ἰωὴλ υἱὸς Φαδαΐα. 21 Τῷ ἡμίσει φυλῆς Μανασσῆ τῷ ἐν γῇ Γαλαὰδ, Ἰαδαῒ ὁ τοῦ Ζαδαίου· τοῖς υἱοῖς Βενιαμὶν, Ἰασιὴλ ὁ τοῦ Ἀβεννήρ. 22 Τῷ Δὰν, Ἀζαριὴλ ὁ τοῦ Ἰρωάβ· οὗτοι πατριάρχαι τῶν φυλῶν Ἰσραήλ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.