Exodus 24:4 Cross References - Brenton_Greek

4 Καὶ ἔγραψε Μωυσῆς πάντα τὰ ῥήματα Κυρίου· ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωῒ ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

Genesis 28:18

18 Καὶ ἀνέστη Ἰακὼβ τὸ πρωῒ καὶ ἔλαβε τὸν λίθον, ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς.

Genesis 28:22

22 Καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ· καὶ πάντων ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.

Genesis 31:45

45 Λαβὼν δὲ Ἰακὼβ λίθον, ἔστησεν αὐτὸν στήλην.

Exodus 20:24-26

24 Θυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι, καὶ θύσετε ἐπʼ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ σωτήρια ὑμῶν, καὶ τὰ πρόβατα, καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ, καὶ εὐλογήσω σε. 25 Ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπʼ αὐτούς, καὶ μεμίανται. 26 Οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπʼ αὐτοῦ.

Exodus 28:21

21 Καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δεκαδύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δεκαδύο φυλάς.

Leviticus 24:5

5 Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους· δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς.

Numbers 17:2

2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβε παρʼ αὐτῶν ῥάβδον, ῥάβδον κατʼ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου.

Deuteronomy 31:9

9 Καὶ ἔγραψε Μωυσῆς τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον, καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς προσβυτέροις τῶν υἱῶν Ἰσραήλ.

Joshua 4:2-3

2 παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφʼ ἑκάστης φυλῆς, 3 σύνταξον αὐτοῖς· καὶ ἀνέλεσθε ἐκ μέσου Ἰορδάνου ἑτοίμους δώδεκα λίθους, καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.

Joshua 4:8-9

8 Καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραὴλ, καθότι ἐνετείλατο Κύριος τῷ Ἰησοῖ· καὶ ἀναλαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ἰορδάνου, καθάπερ συνέταξε Κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ἰσραήλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν, καὶ ἀπέθηκαν ἐκεῖ. 9 Ἔστησε δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ἰορδάνῃ, ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου· καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.

Joshua 4:20

20 Καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ Ἰορδάνου, ἔστησεν Ἰησοῦς ἐν Γαλγάλοις,

Joshua 24:26-27

26 Καὶ ἔγραψε τὰ ῥήματα ταῦτα εἰς βιβλίον νόμων τοῦ Θεοῦ· καὶ ἔλαβε λίθον μέγαν, καὶ ἔστησεν αὐτὸν Ἰησοῦς ὑπὸ τὴν τερέμινθον ἀπέναντι Κυρίου. 27 Καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον, ὅτι αὐτὸς ἀκήκοε πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ Κυρίου· ὅτι ἐλάλησε πρὸς ὑμᾶς σήμερον, καὶ οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ἐπʼ ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἂν ψεύσησθε Κυρίῳ τῷ Θεῷ μου.

1 Kings 11:30

30 Καὶ ἐπελάβετο Ἀχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπʼ αὐτῷ, καὶ διέῤῥηξεν αὐτὸν δώδεκα ῥήγματα,

Ezra 6:17

17 Καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια τοῦ οἴκου τοῦ Θεοῦ μόσχους ἑκατὸν κριοὺς διακοσίους, ἀμνοὺς τετρακοσίους, χιμάρους αἰγῶν ὑπὲρ ἁμαρτίας ὑπὲρ παντὸς Ἰσραὴλ δώδεκα εἰς ἀριθμὸν φυλῶν Ἰσραήλ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.