Exodus 6:26 Cross References - Brenton_Greek

26 Οὗτος Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν.

Genesis 2:1

1 Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν.

Exodus 3:10-11

10 Καὶ νῦν δεῦρο, ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.
11 Καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεὸν, τίς εἰμι ἐγώ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου;

Exodus 6:7

7 Καὶ λήψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ, καὶ ἔσομαι ὑμῶν Θεός· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων.

Exodus 6:13

13 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.

Exodus 6:20

20 Καὶ ἔλαβεν Ἀμβρὰμ τὴν Ἰωχαβὲδ, θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ, ἑαυτῷ εἰς γυναῖκα· καὶ ἐγέννησεν αὐτῷ τόν τε Ἀαρὼν καὶ τὸν Μωυσῆν, καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Ἀμβρὰμ, ἑκατὸν τριάκοντα δύο ἔτη.

Exodus 7:4

4 Καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραώ· καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπʼ Αἴγυπτον, καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ.

Exodus 12:17

17 Καὶ φυλάξετε τὴν ἐντολὴν ταύτην· ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον,

Exodus 12:51

51 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξήγαγε Κύριος τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν.

Exodus 13:18

18 Καὶ ἐκύκλωσεν ὁ Θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον, εἰς τὴν ἐρυθρὰν θάλασσαν· πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.

Exodus 20:2

2 ἐγώ εἰμι Κύριος ὁ Θεὸς σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.

Exodus 32:1

1 Καὶ ἰδὼν ὁ λαὸς, ὅτι κεχρόνικε Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπὶ Ἀαρὼν, καὶ λέγουσιν αὐτῷ, ἀνάστηθι, καὶ ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.

Exodus 32:7

7 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, βάδιζε τὸ τάχος, κατάβηθι ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός σου, ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου·

Exodus 32:11

11 Καὶ ἐδεήθη Μωυσῆς ἔναντι Κυρίου τοῦ Θεοῦ, καὶ εἶπεν, ἱνατί, Κύριε, θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ;

Numbers 33:1

1 Καὶ οὗτοι οἱ σταθμοὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών.

Joshua 24:5

5 Καὶ ἐπάταξε τὴν Αἴγυπτον ἐν σημείοις, οἷς ἐποίησεν ἐν αὐτοῖς.

1 Samuel 12:6

6 Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν, λέγων, μάρτυς Κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ἀαρὼν, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου.

1 Samuel 12:8

8 Ὡς εἰσῆλθεν Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος· καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς Κύριον, καὶ ἀπέστειλε Κύριος τὸν Μωυσῆν καὶ τὸν Ἀαρὼν, καὶ ἐξήγαγον τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ.

1 Chronicles 6:3

3 Καὶ υἱοὶ Ἄμβραμ, Ἀαρὼν, καὶ Μωυσῆς, καὶ Μαριάμ· καὶ υἱοὶ Ἀαρών, Ναδὰβ, καὶ Ἀβιοὺδ, Ἐλεάζαρ, καὶ Ἰθάμαρ.

Psalms 77:20

20 Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών.

Psalms 99:6

6 Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν,

Micah 6:4

4 Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.