Ezekiel 40 Cross References - Brenton_Greek

1 Καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πρώτῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου, καὶ ἤγαγέ με 2 ἐν ὁράσει Θεοῦ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἔθηκέ με ἐπʼ ὄρος ὑψηλὸν σφόδρα, καὶ ἐπʼ αὐτοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι,
3 Καὶ εἰσήγαγέ με ἐκεῖ· καὶ ἰδοὺ ἀνὴρ, καὶ ἡ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων, καὶ κάλαμος μέτρου, καὶ αὐτὸς εἱστήκει ἐπὶ τῆς πύλης. 4 Καὶ εἶπε πρὸς μὲ ὁ ἀνὴρ,
Ὃv ἑώρακας υἱὲ ἀνθρώπου ἐν τοῖς ὀφθαλμοῖς σου ἴδε, καὶ ἐν τοῖς ὠσί σου ἄκουε, καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα ὅσα ἐγὼ δεικνύω σοι, διότι ἕνεκα τοῦ δεῖξαί σοι εἰσελήλυθας ὧδε, καὶ δείξεις πάντα ὅσα σὺ ὁρᾷς τῷ οἴκῳ τοῦ Ἰσραήλ.
5 Καὶ ἰδοὺ περίβολος ἔξωθεν τοῦ οἴκου κύκλῳ, καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος, τὸ μέτρον πηχῶν ἓξ ἐν πήχει καὶ παλαιστῆς· καὶ διεμέτρησε τὸ προτείχισμα, πλάτος ἴσον τῷ καλάμῳ, καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ.
6 Καὶ εἰσῆλθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοῖς, καὶ διεμέτρησε τὸ αἰλὰμ τῆς πύλης ἴσον τῷ καλάμῳ· 7 Καὶ τὸ θεὲ ἴσον τῷ καλάμῳ τὸ μῆκος, καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος, καὶ τὸ αἰλὰμ ἀναμέσον τοῦ θεηλὰθ πηχῶν ἓξ· καὶ τὸ θεὲ τὸ δεύτερον, ἴσον τῷ καλάμῳ πλάτος, καὶ ἴσον τῷ καλάμῳ μῆκος, καὶ τὸ αἰλὰμ πηχέων πέντε· 8 Καὶ τὸ θεὲ τὸ τρίτον, ἴσον τῷ καλάμῳ τὸ μῆκος, καὶ ἴσον τῷ καλάμῳ πλάτος. 9 Καὶ τό αἰλὰμ τοῦ πυλῶνος, πλησίον τοῦ αἰλὰμ τῆς πύλης πηχῶν ὀκτὼ, καὶ τὰ αἰλεῦ πηχῶν δύο· καὶ τὸ αἰλὰμ τῆς πύλης ἔσωθεν, 10 καὶ τὰ θεὲ τῆς πύλης τοῦ θεὲ κατέναντι, τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ μέτρον ἓν τοῖς τρισί· μέτρον ἓν τοῖς αἰλὰμ ἔνθεν καὶ ἔνθεν. 11 Καὶ διεμέτρησε τὸ πλάτος τῆς θύρας τοῦ πυλῶνος πηχῶν δέκα, καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δεκατριῶν. 12 Καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν θεεὶμ ἔνθεν καὶ ἔνθεν, καὶ τὸ θεὲ πηχῶν ἓξ ἔνθεν καὶ πηχῶν ἓξ ἔνθεν.
13 Καὶ διεμέτρησε τὴν πύλην ἀπὸ τοῦ τοίχου τοῦ θεὲ ἐπὶ τὸν τοῖχον τοῦ θεὲ πλάτος πήχεις εἴκοσι καὶ πέντε· αὕτη πύλη ἐπὶ πύλην. 14 Καὶ τὸ αἴθριον τοῦ αἰλὰμ τῆς πύλης ἔξωθεν, πήχεις, εἴκοσι θεεὶμ τῆς πύλης κύκλῳ. 15 Καὶ τὸ αἴθριον τῆς πύλης ἔξωθεν, εἰς τὸ αἴθριον αἰλὰμ τῆς πύλης ἔσωθεν πηχῶν πεντήκοντα.
16 Καὶ θυρίδες κρυπταὶ ἐπὶ τὸ θεεὶμ, καὶ ἐπὶ τὰ αἰλὰμ ἔσωθεν τῆς πύλης τῆς αὐλῆς κυκλόθεν· καὶ ὡσαύτως τοῖς αἰλὰμ θυρίδες κύκλῳ ἔσωθεν, καὶ ἐπὶ τὸ αἰλὰμ φοίνικες ἔνθεν καὶ ἔνθεν.
17 Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοφόρια, καὶ περίστυλα κύκλῳ τῆς αὐλῆς, τριάκοντα παστοφόρια ἐν τοῖς περιστύλοις, 18 καὶ αἱ στοαὶ κατὰ νώτου τῶν πυλῶν κατὰ τὸ μῆκος τῶν πυλῶν τὸ περίστυλον τὸ ὑποκάτω. 19 Καὶ διεμέτρησε τὸ πλάτος τῆς αὐλῆς, ἀπὸ τοῦ αἰθρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατὸν τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ ἤγαγέ με ἐπὶ βοῤῥᾶν, 20 καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βοῤῥᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ, καὶ διεμέτρησεν αὐτὴν, τό, τε μῆκος αὐτῆς καὶ τὸ πλάτος, 21 καὶ τὰ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν καὶ τοὺς φοίνικας αὐτῆς· καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς. 22 Καὶ αἱ θυρίδες αὐτῆς, καὶ τὰ αἰλαμμὼν, καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐν ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπʼ αὐτὸν, καὶ τὰ αἰλαμμὼ ἔσωθεν. 23 Καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βοῤῥᾶ, ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατόν.
24 Καὶ ἤγαγέ με κατὰ Νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς Νότον, καὶ διεμέτρησεν αὐτὴν, καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν, κατὰ τὰ μέτρα ταῦτα. 25 Καὶ αἱ θυρίδες αὐτῆς, καὶ τὰ αἰλαμμὼν κυκλόθεν, καθὼς αἱ θυρίδες τοῦ αἰλὰμ, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς, 26 καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ, καὶ αἰλαμμὼ ἔσωθεν, καὶ φοίνικες αὐτῇ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν ἐπὶ τὰ αἰλεῦ. 27 Καὶ πύλη κατέναντι τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς Νότον, καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὖρος πρὸς Νότον.
28 Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς Νότον, καὶ διεμέτρησε τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα, 29 καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, 30 καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ, καὶ τῷ αἰλαμμὼν κύκλῳ, πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ τὸ εὖρος πήχεις εἰκοσιπέντε 31 τοῦ αἰλὰμ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεῦ, καὶ ὀκτὼ κλιμακτῆρες.
32 Καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα, 33 καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ καὶ αἰλαμμὼν κύκλῳ πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος αὐτῆς πήχεις εἰκοσιπέντε. 34 Καὶ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ φοίνικες ἐπὶ τοῦ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.
35 Καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν πρὸς βοῤῥᾶν, καὶ διεμέτρησε κατὰ τὰ μέτρα ταῦτα, 36 καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμών, καὶ θυρίδες αὐτῇ κύκλῳ, καὶ τῷ αἰλαμμὼν αὐτῆς, πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος πήχεις εἰκοσιπέντε. 37 Καὶ τὰ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.
38 Τὰ παστοφόρια αὐτῆς, καὶ τὰ θυρώματα αὐτῆς, καὶ τὰ αἰλαμμὼν αὐτῆς ἐπὶ τῆς πύλης τῆς δευτέρας ἔκρυσις, 39 ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας. 40 Καὶ κατὰ νώτου τοῦ ῥύακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς βοῤῥᾶν, δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τῆς δευτέρας, καὶ τοῦ αἰλὰμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς. 41 Τέσσαρες ἔνθεν, καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τῆς πύλης, ἐπʼ αὐτὰς σφάξουσι τὰ θύματα· κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν θυμάτων. 42 Καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι, πήχεως καὶ ἡμίσους τὸ πλάτος, καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μῆκος, καὶ ἐπὶ πῆχυν τὸ ὕψος· ἐπʼ αὐτὰ ἐπιθήσουσι τὰ σκεύη, ἐν οἷς σφάζουσιν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα. 43 Καὶ παλαιστὴν ἕξουσιν γεῖσος λελαξευμένον ἔσωθεν κύκλῳ, καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας, τοῦ καλύπτεσθαι ἀπὸ τοῦ ὑετοῦ, καὶ ἀπὸ τῆς ξηρασίας.
44 Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν· καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βοῤῥᾶν, φέρουσα πρὸς Νότον, καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς Νότον, βλεπούσης δὲ πρὸς βοῤῥᾶν. 45 Καὶ εἶπε πρὸς μὲ, ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς Νότον, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου, 46 καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βοῤῥᾶν, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ θυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδοὺκ, οἱ ἐγγίζοντες ἐκ τοῦ Λευὶ πρὸς Κύριον, λειτουργεῖν αὐτῷ.
47 Καὶ διεμέτρησε τὴν αὐλὴν, μῆκος πηχῶν ἑκατὸν, καὶ εὖρος πήχεις ἑκατὸν, ἐπὶ τὰ τέσσαρα μέρη αὐτῆς, καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου. ʼ 48 Καὶ εἰσήγαγέ με εἰς τὸ αἰλὰμ τοῦ οἴκου· καὶ διεμέτρησε τὸ αἲλ τοῦ αἰλὰμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν, καὶ πηχῶν πέντε ἔνθεν, καὶ τὸ εὖρος τοῦ θυρώματος πηχῶν δεκατεσσάρων, καὶ ἐπωμίδες τῆς θύρας τοῦ αἰλὰμ πηχῶν τριῶν ἔνθεν, καὶ πηχῶν τριῶν ἔνθεν. 49 Καὶ τὸ μῆκος τοῦ αἰλὰμ πηχῶν εἴκοσι, καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπʼ αὐτό, καὶ στῦλοι ἦσαν ἐπὶ τὸ αἰλὰμ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν.

Exodus 12:41

41 Καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη, ἐξῆλθε πᾶσα ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου νυκτός.

2 Kings 25:1-30

1 Καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλήμ· καὶ παρενέβαλεν ἐπʼ αὐτὴν, καὶ ᾠκοδόμησεν ἐπʼ αὐτὴν περίτειχος κύκλῳ. 2 Καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκίου ἐννάτῃ τοῦ μηνός. 3 Καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. 4 Καὶ ἐῤῥάγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀναμέσον τῶν τειχῶν, αὕτη ἥ ἐστι τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ· καὶ ἐπορεύθη ὁδὸν τὴν Ἄραβα· 5 Καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν ἐν Ἀραβὼθ Ἱεριχὼ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ. 6 Καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Ῥεβλαθά· καὶ ἐλάλησε μετʼ αὐτοῦ κρίσιν. 7 Καὶ τοὺς υἱοὺς Σεδεκίου ἔσφαξε κατʼ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε, καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν εἰς Βαβυλῶνα.
8 Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνὸς, αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλήμ· 9 Καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάντας τοὺς οἴκους Ἱερουσαλὴμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος. 10 Καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν κατέσπασεν ἡ δύναμις τῶν Χαλδαίων. 11 Καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει, καὶ τοὺς ἐμπεπτωκότας, οἳ ἐνέπεσον πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῇρε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος. 12 Καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβίν.
13 Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου, καὶ τὰς μεχωνὼθ, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι, καὶ ᾖραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα. 14 Καὶ τοὺς λέβητας, καὶ τὰ ἰαμὶν, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβε. 15 Καὶ τὰ πυρεῖα, καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος, 16 στύλους δύο, καὶ τὴν θάλασσαν μίαν, καὶ τὰς μεχωνώθ ἃς ἐποίησε Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν. 17 Ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνὸς, καὶ τὸ χωθὰρ ἐπʼ αὐτοῦ τὸ χαλκοῦν· καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων· σαβαχὰ, καὶ ῥοαὶ ἐπὶ τῷ χωθὰρ κύκλῳ τὰ πάντα χαλκᾶ, καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῶ σαβαχά.
18 Καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραίαν ἱερέα τὸν πρῶτον, καὶ τὸν Σοφονίαν υἱὸν τῆς δευτερώσεως, καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμόν. 19 Καὶ ἐκ τῆς πόλεως ἔλαβον εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πόλει. 20 Καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος, καὶ ἤγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Ῥεβλαθά. 21 Καὶ ἔπαισεν αὐτοὺς ὁ βασιλεὺς Βαβυλῶνος, καὶ ἐθανάτωσεν αὐτοὺς εἰς Ῥεβλαθὰ ἐν γῇ Αἰμάθ· καὶ ἀπῳκίσθη Ἰούδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ.
22 Καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ Ἰούδα οὓς κατέλιπε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπʼ αὐτῶν τὸν Γοδολίαν υἱὸν Ἀχικὰμ υἱοῦ Σαφάν. 23 Καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν, καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφὰθ, καὶ Ἰσμαὴλ υἱὸς Ναθανίου, καὶ Ἰωὰ υἱὸς Καρὴθ, καὶ Σαραίας υἱὸς Θαναμὰθ ὁ Νετωφαθίτης, καὶ Ἰεζονίας υἱὸς τοῦ Μαχαθὶ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν· 24 Καὶ ὤμοσε Γοδολίας αὐτοῖς, καὶ τοῖς ἀνδράσιν αὐτῶν, καὶ εἶπεν αὐτοῖς, μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων, καθίσατε ἐν τῇ γῇ, καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν.
25 Καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἑλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων, καὶ δέκα ἄνδρες μετʼ αὐτοῦ, καὶ ἐπάταξε τὸν Γοδολίαν καὶ ἀπέθανε, καὶ τοὺς Ἰουδαίους καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετʼ αὐτοῦ ἐν Μασσηφά. 26 Καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων, καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τῶν Χαλδαίων.
27 Καὶ ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικίας τοῦ Ἰωαχὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς, ὕψωσεν Εὐιαλμαρωδὰχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν Ἰωαχὶμ τοῦ βασιλέως Ἰούδα, καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ. 28 Καὶ ἐλάλησε μετʼ αὐτοῦ ἀγαθὰ, καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετʼ αὐτοῦ ἐν Βαβυλῶνι. 29 Καὶ ἠλλοίωσε τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιεν ἄρτον διαπαντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 30 Καὶ ἡ ἑστιατορία αὐτοῦ ἑστιατορία διαπαντὸς ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως, λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

Jeremiah 39:1-18

1 Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἐννάτῳ τοῦ Σεδεκία βασιλέως Ἰούδα, παρεγένετο Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπολιόρκουν αὐτήν. 2 Καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐννάτῃ τοῦ μηνός, ἐῤῥάγη ἡ πόλις, 3 καὶ εἰσῆλθον πάντες οἱ ἡγούμενοι βασιλέως Βαβυλῶνος, καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ Ναργαλάσαρ, καὶ Σαμαγὼθ, καὶ Ναβουσαχὰρ, καὶ Ναβουσαρεῖς, Ναγαργᾶς, καὶ Νασεῤῥαβαμὰθ, καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος. 4 5 6 7 8 9 10 11 12 13 14 Publisher’s note: Brenton shows this as verse 4 instead of 14 but in chart says it is part of the last 5 verses of the chapter.Καὶ ἀπέστειλαν, καὶ ἔλαβον τὸν Ἱερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς, καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ, υἱοῦ Σαφὰν, καὶ ἐξήγαγον αὐτὸν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ.
15 Καὶ πρὸς Ἱερεμίαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων, 16 πορεύου καὶ εἰπὲ πρὸς Ἀβδεμέλεχ τὸν Αἰθίοπα, οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ, ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά. 17 Καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν, 18 ὅτι σώζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρημα, ὅτι ἐπεποίθεις ἐπʼ ἐμοί, φησὶ Κύριος.

Jeremiah 52:1-34

1 Ὄντοσ εἰκοστοῦ καὶ ἑνὸς ἔτους Σεδεκίου, ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμειτάαλ, θυγάτηρ Ἱερεμίου, ἐκ Λοβενά. 2 3
4 Καὶ ἐγένετο τῷ ἔτει τῷ ἐννάτῳ τῆς βασιλείας αὐτοῦ, ἐν μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνὸς, ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ, καὶ περιεχαράκωσαν αὐτὴν, καὶ περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλῳ.
5 Καὶ ἦλθεν ἡ πόλις εἰς συνοχὴν, ἕως ἑνδεκάτου ἔτους τῷ βασιλεῖ Σεδεκίᾳ, 6 ἐν τῇ ἐννάτῃ τοῦ μηνὸς, καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. 7 Καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης, ἀναμέσον τοῦ τείχους, καὶ τοῦ προτειχίσματος, ὃ ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τῆς πόλεως κύκλῳ, καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Ἄραβα. 8 Καὶ κατεδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν ἐν τῷ πέραν Ἱεριχὼ, καὶ πάντες οἱ παῖδες αὐτοῦ διεσπάρησαν ἀπʼ αὐτοῦ. 9 Καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθὰ, καὶ ἐλάλησεν αὐτῷ μετὰ κρίσεως. 10 Καὶ ἔσφαξε βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκίου κατʼ ὀφθαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας Ἰούδα ἔσφαξεν ἐν Δεβλαθά. 11 Καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε, καὶ ἔδησεν αὐτὸν ἐν πέδαις· καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος, ἕως ἡμέρας ἧς ἀπέθανε.
12 Καὶ ἐν μηνὶ πέμπτῳ, δεκάτῃ τοῦ μηνὸς, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος, ἑστηκὼς κατὰ πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος, εἰς Ἱερουσαλὴμ, 13 καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάσας τὰς οἰκίας τῆς πόλεως, καὶ πᾶσαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί. 14 Καὶ πᾶν τεῖχος Ἱερουσαλὴμ κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων, ἡ μετὰ τοῦ ἀρχιμαγείρου. 15 16 Καὶ τοὺς καταλοίπους τοῦ λαοῦ κατέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς.
17 Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου, καὶ τὰς βάσεις, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἔλαβον τὸν χαλκὸν αὐτῶν, καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα. 18 Καὶ τὴν στεφάνην, καὶ τὰς φιάλας, καὶ τὰς κρεάγρας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς, 19 καὶ τὰς ἀπφὼθ, καὶ τὰς μασμαρὼθ, καὶ τοὺς ὑποχυτῆρας, καὶ τὰς λυχνίας, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, ἃ ἦν χρυσᾶ χρυσᾶ, καὶ ἃ ἦν ἀργυρᾶ ἀργυρᾶ, ἔλαβεν ὁ ἀρχιμάγειρος. 20 Καὶ οἱ στῦλοι δύο, καὶ ἡ θάλασσα μία, καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς θαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν εἰς οἶκον Κυρίου, οὗ οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν.
21 Καὶ οἱ στῦλοι τριακονταπέντε πηχῶν ὕψος τοῦ στύλου τοῦ ἑνὸς, καὶ σπαρτίον δώδεκα πήχεων περιεκύκλου αὐτὸν, καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ, 22 καὶ γεῖσος ἐπʼ αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεων τὸ μῆκος, ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνὸς, καὶ δίκτυον καὶ ῥόαι ἐπὶ τοῦ γείσους κύκλῳ τὰ πάντα χαλκᾶ, καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ ὀκτὼ ῥόαι τῷ πήχει τοῖς δώδεκα πήχεσι. 23 Καὶ ἦσαν αἱ ῥόαι ἐννενηκονταὲξ τὸ ἓν μέρος, καὶ ἦσαν αἱ πᾶσαι ῥόαι ἑκατὸν ἐπὶ τοῦ δικτύου κύκλῳ.
24 Καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν ἱερέα τὸν πρῶτον, καὶ τὸν ἱερέα τὸν δευτεροῦντα, καὶ τοὺς φυλάττοντας τὴν ὁδὸν, 25 καὶ εὐνοῦχον ἕνα ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ ἑπτὰ ἄνδρας ὀνομαστοὺς, τοὺς ἐν προσώπῳ τοῦ βασιλέως, τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τῶν δυνάμεων, τὸν γραμματεύοντα τῷ λαῷ τῆς γῆς, καὶ ἑξήκοντα ἀνθρώπους ἐκ τοῦ λαοῦ τῆς γῆς, τοὺς εὑρεθέντας ἐν μέσῳ τῆς πόλεως. 26 Καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ βασιλέως καὶ ἤγαγεν αὐτοὺς πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, 27 καὶ ἐπάταξεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν Δεβλαθὰ, ἐν γῇ Αἰμάθ.
28 29 30 31 Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει, ἀποικισθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ, ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς, ἔλαβεν Οὐλαιμαδάχαρ βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἐνιαυτῷ ᾧ ἐβασίλευσε, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως Ἰούδα, καὶ ἔκειρεν αὐτὸν, καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας ἧς ἐφυλάσσετο, 32 καὶ ἐλάλησεν αὐτῷ χρηστὰ, καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν βασιλέων τῶν μετʼ αὐτοῦ ἐν Βαβυλῶνι, 33 Καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιεν ἄρτον διαπαντὸς κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἔζησε. 34 Καὶ ἡ σύνταξις αὐτῷ ἐδίδοτο διαπαντὸς παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν, ἕως ἡμέρας ἧς ἀπέθανε.
TABLE SHEWING THE ORDER OF SEVERAL CHAPTERS AND VERSES IN JEREMIAH, AS THEY APPEAR IN THE HEBREW AND SEPTUAGINT RESPECTIVELY.* Hebrew, Vulgate, & English → Septuagint Chapter 25 to v. 13 → 25 to v. 13;,, from v. 14 to the end → 32; 26 → 33; 27 to v. 19 → 34; 27 from v. 19 to the end → wanting; 28 → 35; 29 → 36; 30 → 37; 31 → 38; 32 → 39; 33 to v. 13 → 40; 33 from v. 14 to the end → wanting; 34 → 41; 35 → 42; 36 → 43; 37 → 44; 38 → 45; 39 the 3 first verses, and 5 last. → 46; 39 from v. 3 to 14 → wanting; 40 → 47; 41 → 48; 42 → 49; 43 → 50; 44 → 51 to v. 31; 45 → 51 from v. 31 to the end; 46 → 26; 47 → 29 first 7 verses; 48 to v. 45 → 31; 48 from v. 45 to the end → wanting; 49 first 5 verses → 30 first 5 verses; 49 from v. 7 to 22 → 29 from v. 7 to the end; 49 from v. 23 to 27 → 30 5 last verses; 49 from v. 28 to 33 →,, the 6 vv. following v. 5; 33 from v. 34 to the end → 29 from v. 34 to the end; 50 → 27; 51 → 28; 52 → 52. *Publisher’s note: Several verse numbers in this chart have been corrected from the original.

Ezekiel 1:2-3

2 Πέμπτῃ τοῦ μηνός· τοῦτο τό ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ἰωακείμ· 3 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεί, τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου.

Ezekiel 3:14

14 Καὶ τὸ πνεῦμα ἐξῇρέ με, καὶ ἀνέλαβέ με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπʼ ἐμὲ κραταιά.

Ezekiel 3:22

22 Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου· καὶ εἶπε πρὸς μὲ, ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ.

Ezekiel 8:1

1 Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνός, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου.

Ezekiel 11:24

24 Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤγαγέ με εἰς γῆς Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι Θεοῦ· Καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς ἴδον.

Ezekiel 29:17

17 Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,

Ezekiel 32:1

1 Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,

Ezekiel 32:17

17 Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνὸς, πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,

Ezekiel 33:21

21 Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθε πρὸς μὲ ὁ ἀνασωθεὶς ἀπὸ Ἱερουσαλὴμ, λέγων, ἑάλω ἡ πόλις.

Ezekiel 37:1

1 Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων,

1 Chronicles 28:12

12 καὶ τὸ παράδειγμα, ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ, τῶν αὐλῶν οἴκου Κυρίου, καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων, καὶ τῶν καταλυμάτων,

1 Chronicles 28:19

19 πάντα ἐν γραφῇ χειρὸς Κυρίου ἔδωκε Δαυὶδ Σαλωμὼν, κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος.

Isaiah 2:2-3

2 Ὅτιἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπʼ ἄκρου τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπʼ αὐτὸ πάντα τὰ ἔθνη. 3 Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.

Isaiah 14:13

13 Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς Βοῤῥᾶν,

Isaiah 48:2

2 καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι· Κύριος σαβαὼθ ὄνομα αὐτῷ.

Ezekiel 1:1

1 ΚΑI ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί, καὶ ἴδον ὁράσεις Θεοῦ.

Ezekiel 8:3

3 Καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς, καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου, καὶ ἀνέλαβέ με πνεῦμα ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς βλεπούσης εἰς βοῤῥᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου.

Ezekiel 17:22-23

22 Διότι τάδε λέγει Κύριος, καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου ἐκ κορυφῆς, καρδίας αὐτῶν ἀποκνιῶ, καὶ καταφυτεύσω ἐγὼ ἐπʼ ὄρος ὑψηλὸν, 23 καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραήλ· καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς κέδρον μεγάλην· καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται· τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται.

Ezekiel 48:30-35

30 Καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βοῤῥᾶν, τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ. 31 Καὶ αἱ πύλαι τῆς πόλεως, ἐπʼ ὀνόματι φυλῶν τοῦ Ἰσραήλ· πύλαι τρεῖς πρὸς βοῤῥᾶν, πύλη Ῥουβὴν μία, καὶ πύλη Ἰούδα, μία, καὶ πύλη Λευῒ, μία. 32 Καὶ τὰς πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι, καὶ πύλαι τρεῖς, πύλη Ἰωσὴφ, μία, καὶ πύλη Βενιαμὶν, μία, καὶ πύλη Δὰν, μία. 33 Καὶ τὰ πρὸς Νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Συμεὼν, μία, καὶ πύλη Ἰσσάχαρ, μία, καὶ πύλη Ζαβουλὼν, μία. 34 Καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· πύλαι τρεῖς, πύλη Γὰδ, μία, καὶ πύλη Ἀσσὴρ, μία, καὶ πύλη Νεφθαλὶμ, μία.
35 Κύκλωμα, δέκα καὶ ὀκτὼ χιλιάδες· καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφʼ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.

Daniel 2:34-35

34 Ἐθεώρεις ἕως ἀπεσχίσθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. 35 Τότε ἐλεπτύνθησαν εἰςάπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκὸς, ὁ ἄργυρος, ὁ χρυσός· καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῇρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα, ἐγενήθη ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.

Daniel 7:1

1 Εν ἔτει πρώτῳ Βαλτάσαρ βασιλέως Χαλδαίων, Δανιὴλ ἐνύπνιον εἶδε, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ τὸ ἐνύπνιον αὐτοῦ ἔγραψεν.

Daniel 7:7

7 Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον, καὶ ἰσχυρὸν περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, ἐσθίον, καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει, καὶ αὐτὸ διάφορον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ κέρατα δέκα αὐτῷ.

Micah 4:1

1 Καὶ ἔσται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσι πρὸς αὐτὸ λαοὶ,

Isaiah 8:20

20 Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ.

Isaiah 28:17

17 Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμοὺς, καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς,

Ezekiel 1:7

7 Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες, ὡς ἐξαστράπτων χαλκός· καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν.

Ezekiel 1:27

27 Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἶδον ὡς ὅρασιν πυρὸς, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ,

Ezekiel 47:3

3 καθὼς ἔξοδος ἀνδρὸς ἐξεναντίας· καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ· καὶ διεμέτρησε χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως·

Daniel 10:5-6

5 Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἵδον, καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ὠφάζ, 6 καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσ ἡ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου.

Zechariah 2:1-2

1 Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ ἀνὴρ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. 2 Καὶ εἶπα πρὸς αὐτὸν, ποῦ σὺ πορεύῃ; καὶ εἶπε πρὸς μὲ, διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι, καὶ πηλίκον τὸ μῆκος.

Isaiah 21:10

10 Ἀκούσατε οἱ καταλελειμμένοι, καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαὼθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.

Jeremiah 26:2

2 Οὕτως εἶπε Κύριος, στῆθι ἐν αὐλῇ οἴκου Κυρίου, καὶ χρηματιεῖς ἅπασι τοῖς Ἰουδαίοις, καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου, ἅπαντας τοὺς λόγους, οὓς συνέταξά σοι χρηματίσαι αὐτοῖς, μὴ ἀφέλῃς ῥῆμα.

Ezekiel 2:1

1 Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου· καὶ εἶδον, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἤκουσα φωνὴν λαλοῦντος· καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ.

Ezekiel 2:7-8

7 Καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί.
8 Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σὲ, μή γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου, καὶ φάγε ὃ ἐγὼ δίδωμί σοι.

Ezekiel 3:17

17 υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρʼ ἐμοῦ.

Ezekiel 43:10

10 Καὶ σύ, υἱὲ ἀνθρώπου, δεῖξον τῷ οἴκῳ Ἰσραὴλ τὸν οἶκον· καὶ κοπάσουσιν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ τὴν ὅρασιν αὐτοῦ, καὶ τὴν διάταξιν αὐτοῦ.

Ezekiel 44:5

5 Καὶ εἶπε Κύριος πρὸς μὲ, υἱὲ ἀνθρώπου, τάξον εἰς τὴν καρδίαν σου, καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσί σου ἄκουε πάντα ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τά προστάγματα τοῦ οἴκου Κυρίου, καὶ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου, κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ, ἐν πᾶσι τοῖς ἁγίοις.

Deuteronomy 3:11

11 Ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ῥαφαΐν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμάν· ἐννέα πήχεων τὸ μῆκος αὐτῆς, καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.

Psalms 125:2

2 ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Isaiah 26:1

1 Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς Ἰούδα· ἰδοὺ πόλις ἰσχυρὰ, καὶ σωτήριον θήσει τὸ τεῖχος, καὶ περίτειχος.

Isaiah 60:18

18 Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα, οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.

Ezekiel 42:20

20 τὰ τέσσαρα μέρη τοῦ αὐτοῦ καλάμου· καὶ διέταξεν αὐτὸν, καὶ περίβολον αὐτῶν κύκλῳ, πεντακοσίων πρὸς ἀνατολὰς, καὶ πεντακοσίων πηχῶν εὖρος, τοῦ διαστέλλειν ἀναμέσον τῶν ἁγίων, καὶ ἀναμέσον τοῦ προτειχίσματος, τοῦ ἐν διατάξει τοῦ οἴκου.

Zechariah 2:5

5 καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.

1 Kings 6:8

8 Καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον, καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα.

1 Chronicles 9:18

18 καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατʼ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί.

1 Chronicles 9:24

24 Κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολὰς, θάλασσαν, βοῤῥᾶν, Νότον.

Nehemiah 3:29

29 Καὶ μετʼ αὐτὸν ἐκράτησε Σαδδοὺκ υἱὸς Ἐμμὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ· καὶ μετʼ αὐτὸν ἐκράτησε Σαμαΐα υἱὸς Σεχενία φύλαξ τῆς πύλης τῆς ἀνατολῆς.

Psalms 84:10

10 Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου, ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.

Jeremiah 19:2

2 καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς Χαρσείθ· καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους τούτους, οὓς ἂν λαλήσω πρὸς σὲ,

Ezekiel 8:16

16 Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ, καὶ ἀναμέσον τοῦ θυσιαστηρίου, ὡς εἴκοσι ἄνδρες τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ Κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσι τῷ ἡλίῳ.

Ezekiel 10:18

18 Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ Χερουβίμ.

Ezekiel 11:1

1 Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι, τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεζονίαν τὸν τοῦ Ἔζερ, καὶ Φαλτίαν τὸν τοῦ Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ.

Ezekiel 40:5

5 Καὶ ἰδοὺ περίβολος ἔξωθεν τοῦ οἴκου κύκλῳ, καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος, τὸ μέτρον πηχῶν ἓξ ἐν πήχει καὶ παλαιστῆς· καὶ διεμέτρησε τὸ προτείχισμα, πλάτος ἴσον τῷ καλάμῳ, καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ.

Ezekiel 40:7

7 Καὶ τὸ θεὲ ἴσον τῷ καλάμῳ τὸ μῆκος, καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος, καὶ τὸ αἰλὰμ ἀναμέσον τοῦ θεηλὰθ πηχῶν ἓξ· καὶ τὸ θεὲ τὸ δεύτερον, ἴσον τῷ καλάμῳ πλάτος, καὶ ἴσον τῷ καλάμῳ μῆκος, καὶ τὸ αἰλὰμ πηχέων πέντε·

Ezekiel 40:20

20 καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βοῤῥᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ, καὶ διεμέτρησεν αὐτὴν, τό, τε μῆκος αὐτῆς καὶ τὸ πλάτος,

Ezekiel 40:26

26 καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ, καὶ αἰλαμμὼ ἔσωθεν, καὶ φοίνικες αὐτῇ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν ἐπὶ τὰ αἰλεῦ.

Ezekiel 43:1

1 Καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ ἐξήγαγέ με.

Ezekiel 43:8

8 ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοῖς προθύροις αὐτῶν, καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὐτῶν· καὶ ἔδωκαν τὸν τοῖχόν μου ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν, καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ταῖς ἀνομίαις αὐτῶν αἷς ἐποίουν· καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμῷ μου, καὶ ἐν φόνῳ.

Ezekiel 44:1

1 Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη.

Ezekiel 46:1-2

1 Τάδε λέγει Κύριος Θεὸς, ἡ πύλη ἡ ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, ἡ βλέπουσα πρὸς ἀνατολὰς, ἔσται κεκλεισμένη ἓξ ἡμέρας τὰς ἐνεργούς· ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων ἀνοιχθῄ, καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας ἀνοιχθήσεται. 2 Καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης τῆς ἔσωθεν, καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τῆς πύλης, καὶ ποιήσουσιν οἱ ἱερεῖς τὰ ὁλοκαυτώματα αὐτοῦ, καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ·

Ezekiel 46:12

12 Ἐὰν δέ ποιήσῃ ὁ ἀφηγούμενος, ὁμολογίαν ὁλοκαύτωμα σωτηρίου τῷ Κυρίῳ, καὶ ἀνοίξῃ ἑαυτῷ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ, καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ, ὃν τρόπον ποιεῖ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων· καὶ ἐξελεύσεται, καὶ κλείσει τὰς θύρας μετὰ τὸ ἐξελθεῖν αὐτόν·

Ezekiel 47:1

1 Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου· καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου κατὰ ἀνατολὰς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπε κατὰ ἀνατολάς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ, ἀπὸ Νότου ἐπὶ τὸ θυσιαστήριον.

1 Kings 6:5-10

5 Καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβίρ. 6 Ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων ἐν πήχει τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἕξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκε τῷ οἴκῳ κυκλόθεν ἔξωθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου. 7 Καὶ ὁ οἶκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήθη· καὶ σφῦρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν. 8 Καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον, καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα. 9 Καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάθμησε τὸν οἶκον κέδροις. 10 Καὶ ᾠκοδόμησε τοὺς ἐνδέσμους, διʼ ὅλου τοῦ οἴκου πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ, καὶ συνέσχε τὸν σύνδεσμον ἐν ξύλοις κεδρίνοις.

1 Chronicles 9:26

26 Ὅτι ἐν πίστει εἰσὶ τέσσαρες δυνατοὶ τῶν πυλῶν. καὶ οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ Θεοῦ παρεμβάλλουσιν,

1 Chronicles 23:28

28 Ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χειρὶ Ἀαρὼν, τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς, καὶ ἐπὶ τὰ παστοφόρια, καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων, καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ Θεοῦ,

2 Chronicles 3:9

9 Καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου, καὶ τὸ ὑπερῷον ἐχρύσωσε χρυσίῳ.

2 Chronicles 31:11

11 Καὶ εἶπεν Ἐζεκίας ἔτι ἑτοιμάσαι παστοφόρια εἰς οἶκον Κυρίου· καὶ ἡτοίμασαν,

Ezra 8:29

29 Ἀγρυπνεῖτε καὶ τηρεῖτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ἱερουσαλὴμ εἰς σκηνὰς οἴκου Κυρίου.

Jeremiah 35:4

4 καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον Κυρίου εἰς τὸ παστοφόριον υἱῶν Ἰωνὰν, υἱῶν Ἀνανίου, υἱοῦ Γοδολίου ἀνθρώπου τοῦ Θεοῦ, ὅ ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαίου υἱοῦ Σελὼμ, τοῦ φυλάσσοντος τὴν αὐλήν.

Ezekiel 40:29

29 καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ,

Ezekiel 40:33

33 καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ καὶ αἰλαμμὼν κύκλῳ πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος αὐτῆς πήχεις εἰκοσιπέντε.

Ezekiel 40:36

36 καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμών, καὶ θυρίδες αὐτῇ κύκλῳ, καὶ τῷ αἰλαμμὼν αὐτῆς, πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος πήχεις εἰκοσιπέντε.

Ezekiel 42:5

5 καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως· ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωθεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα,

Ezekiel 45:19

19 Καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ ἐξιλασμοῦ, καὶ δώσει ἐπὶ τὰς φλιὰς τοῦ οἴκου, καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱεροῦ, καὶ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπὶ τὰς φλιὰς τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας.

Exodus 27:9

9 Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τό πρὸς Λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης· μῆκος ἑκατὸν πήχεων τῷ ἑνὶ κλίτει.

Exodus 35:17

17 12(17) καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τοὺς στύλους αὐτῆς,

Leviticus 6:16

16 Τὸ δὲ καταλειφθὲν ἀπʼ αὐτῆς ἔδεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ· ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν.

1 Chronicles 28:6

6 Καὶ εἶπέ μοι ὁ Θεὸς, Σαλωμὼν ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου, ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱὸν, κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα.

Psalms 100:4

4 Εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.

Isaiah 62:9

9 Ἀλλʼ οἱ συνάγοντες φάγονται αὐτὰ, καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου.

Ezekiel 8:7

7 Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς.

Ezekiel 42:1

1 Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν κατά ἀνατολὰς, κατέναντι τῆς πύλης τῆς πρὸς βοῤῥᾶν, καὶ εἰσήγαγέ με· καὶ ἰδοὺ ἐξέδραι πέντε, ἐχόμεναι τοῦ ἀπολοίπου, καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς βοῤῥᾶν,

1 Kings 6:4

4 Καὶ ἐποίησε τῷ οἴκῳ θυρίδας παρακυπτομένας κρυπτάς.

1 Kings 6:29

29 Πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψε γραφίδι Χερουβὶμ, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ.

1 Kings 6:32

1 Kings 6:35

35 ἐγκεκολαμμένα Χερουβὶμ, καὶ φοίνικες, καὶ διαπεπετασμένα πέταλα, καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν.

2 Chronicles 3:5

5 Καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσε ξύλοις κεδρίνοις, καὶ κατεχρύσωσε χρυσίῳ καθαρῷ, καὶ ἔγλυψεν ἐπʼ αὐτοῦ φοίνικας καὶ χαλαστά.

Psalms 92:12

12 Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται·

Ezekiel 40:12

12 Καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν θεεὶμ ἔνθεν καὶ ἔνθεν, καὶ τὸ θεὲ πηχῶν ἓξ ἔνθεν καὶ πηχῶν ἓξ ἔνθεν.

Ezekiel 40:21-22

21 καὶ τὰ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν καὶ τοὺς φοίνικας αὐτῆς· καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς. 22 Καὶ αἱ θυρίδες αὐτῆς, καὶ τὰ αἰλαμμὼν, καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐν ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπʼ αὐτὸν, καὶ τὰ αἰλαμμὼ ἔσωθεν.

Ezekiel 40:25

25 Καὶ αἱ θυρίδες αὐτῆς, καὶ τὰ αἰλαμμὼν κυκλόθεν, καθὼς αἱ θυρίδες τοῦ αἰλὰμ, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς,

Ezekiel 40:30

30 καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ, καὶ τῷ αἰλαμμὼν κύκλῳ, πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ τὸ εὖρος πήχεις εἰκοσιπέντε

Ezekiel 41:15-16

15 Καὶ διεμέτρησε μῆκος τοῦ διορίζοντος κατὰ πρόσωπον τοῦ ἀπολοίπου τῶν κατόπισθεν τοῦ οἴκου ἐκείνου, καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πηχῶν ἑκατὸν τὸ μῆκος· καὶ ὁ ναὸς, καὶ αἱ γωνίαι, καὶ τὸ αἰλὰμ τὸ ἐξώτερον, πεφατνωμένα. 16 Καὶ αἱ θυρίδες δικτυωταὶ, ὑποφαύσεις κύκλῳ τοῖς τρισὶν, ὥστε διακύπτειν· καὶ ὁ οἶκος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλῳ, καὶ τὸ ἔδαφος, καὶ ἐκ τοῦ ἐδάφους ἕως τῶν θυρίδων· καὶ αἱ θυρίδες ἀναπτυσσόμεναι τρισσῶς εἰς τὸ διακύπτειν.

Ezekiel 41:18

18 γεγλυμμένα χερουβὶμ, καὶ φοίνικες ἀναμέσον χεροὺβ καὶ ἀναμέσον χερούβ· δύο πρόσωπα τῷ Χερούβ·

Ezekiel 41:26

26 Καὶ θυρίδες κρυπταί· καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν, εἰς τὰ ὀροφώματα τοῦ αἰλὰμ, καὶ τὰ πλευρὰ τοῦ οἴκου ἐζυγωμένα.

Ezekiel 42:3

3 διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας, καὶ ὃν τρόπον τὰ περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας, ἐστιχισμέναι, ἀντιπρόσωποι στοαὶ τρισσαί.

1 Kings 6:5

5 Καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβίρ.

2 Kings 23:11

11 Καὶ κατέκαυσε τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς Ἰούδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Νάθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρίμ· καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσε πυρὶ,

Ezekiel 10:5

5 Καὶ φωνὴ τῶν πτερύγων τῶν Χερουβὶμ ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας, ὡς φωνὴ Θεοῦ Σαδδαῒ λαλοῦντος.

Ezekiel 40:38

38 Τὰ παστοφόρια αὐτῆς, καὶ τὰ θυρώματα αὐτῆς, καὶ τὰ αἰλαμμὼν αὐτῆς ἐπὶ τῆς πύλης τῆς δευτέρας ἔκρυσις,

Ezekiel 41:6

6 καὶ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα καὶ τρεῖς δίς· καὶ διάστημα ἐν τῷ τοίχῳ τοῦ οἴκου ἐν τοῖς πλευροῖς κύκλῳ, τοῦ εἶναι τοῖς ἐπιλαμβανομένοις ὁρᾶν, ὅπως τὸ παράπαν μὴ ἅπτωνται τῶν τοίχων τοῦ οἴκου.

Ezekiel 42:4

4 Καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος, καὶ τὰ θυρώματα αὐτῶν πρὸς βοῤῥᾶν,

Ezekiel 45:5

5 εἴκοσι καὶ πέντε χιλιάδας μῆκος, καὶ εὖρος εἴκοσι χιλιάδες· καὶ τοῖς Λευίταις τοῖς λειτουργοῦσι τῷ οἴκῳ, αὐτοῖς εἰς κατάσχεσιν πόλεις τοῦ κατοικεῖν.

Ezekiel 46:21

21 Καὶ ἐξήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ περιήγαγέ με ἐπὶ τὰ τέσσαρα μέρη τῆς αὐλῆς· καὶ ἰδοὺ αὐλὴ κατὰ τὸ κλίτος τῆς αὐλῆς,

Ezekiel 40:23

23 Καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βοῤῥᾶ, ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατόν.

Ezekiel 40:27

27 Καὶ πύλη κατέναντι τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς Νότον, καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὖρος πρὸς Νότον.

Ezekiel 40:6

6 Καὶ εἰσῆλθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοῖς, καὶ διεμέτρησε τὸ αἰλὰμ τῆς πύλης ἴσον τῷ καλάμῳ· 7 Καὶ τὸ θεὲ ἴσον τῷ καλάμῳ τὸ μῆκος, καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος, καὶ τὸ αἰλὰμ ἀναμέσον τοῦ θεηλὰθ πηχῶν ἓξ· καὶ τὸ θεὲ τὸ δεύτερον, ἴσον τῷ καλάμῳ πλάτος, καὶ ἴσον τῷ καλάμῳ μῆκος, καὶ τὸ αἰλὰμ πηχέων πέντε· 8 Καὶ τὸ θεὲ τὸ τρίτον, ἴσον τῷ καλάμῳ τὸ μῆκος, καὶ ἴσον τῷ καλάμῳ πλάτος.

Ezekiel 40:10-16

10 καὶ τὰ θεὲ τῆς πύλης τοῦ θεὲ κατέναντι, τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ μέτρον ἓν τοῖς τρισί· μέτρον ἓν τοῖς αἰλὰμ ἔνθεν καὶ ἔνθεν. 11 Καὶ διεμέτρησε τὸ πλάτος τῆς θύρας τοῦ πυλῶνος πηχῶν δέκα, καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δεκατριῶν. 12 Καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν θεεὶμ ἔνθεν καὶ ἔνθεν, καὶ τὸ θεὲ πηχῶν ἓξ ἔνθεν καὶ πηχῶν ἓξ ἔνθεν.
13 Καὶ διεμέτρησε τὴν πύλην ἀπὸ τοῦ τοίχου τοῦ θεὲ ἐπὶ τὸν τοῖχον τοῦ θεὲ πλάτος πήχεις εἴκοσι καὶ πέντε· αὕτη πύλη ἐπὶ πύλην. 14 Καὶ τὸ αἴθριον τοῦ αἰλὰμ τῆς πύλης ἔξωθεν, πήχεις, εἴκοσι θεεὶμ τῆς πύλης κύκλῳ. 15 Καὶ τὸ αἴθριον τῆς πύλης ἔξωθεν, εἰς τὸ αἴθριον αἰλὰμ τῆς πύλης ἔσωθεν πηχῶν πεντήκοντα.
16 Καὶ θυρίδες κρυπταὶ ἐπὶ τὸ θεεὶμ, καὶ ἐπὶ τὰ αἰλὰμ ἔσωθεν τῆς πύλης τῆς αὐλῆς κυκλόθεν· καὶ ὡσαύτως τοῖς αἰλὰμ θυρίδες κύκλῳ ἔσωθεν, καὶ ἐπὶ τὸ αἰλὰμ φοίνικες ἔνθεν καὶ ἔνθεν.

Ezekiel 40:25-26

25 Καὶ αἱ θυρίδες αὐτῆς, καὶ τὰ αἰλαμμὼν κυκλόθεν, καθὼς αἱ θυρίδες τοῦ αἰλὰμ, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς, 26 καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ, καὶ αἰλαμμὼ ἔσωθεν, καὶ φοίνικες αὐτῇ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν ἐπὶ τὰ αἰλεῦ.

Ezekiel 40:29-30

29 καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, 30 καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ, καὶ τῷ αἰλαμμὼν κύκλῳ, πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ τὸ εὖρος πήχεις εἰκοσιπέντε

Ezekiel 40:34

34 Καὶ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ φοίνικες ἐπὶ τοῦ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.

Ezekiel 40:36-37

36 καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμών, καὶ θυρίδες αὐτῇ κύκλῳ, καὶ τῷ αἰλαμμὼν αὐτῆς, πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος πήχεις εἰκοσιπέντε. 37 Καὶ τὰ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.

1 Kings 7:36

36 Καὶ τὰ συγκλείσματα αὐτῆς Χερουβὶμ καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον ἔσω καὶ τὰ κυκλόθεν.

Ezekiel 40:16

16 Καὶ θυρίδες κρυπταὶ ἐπὶ τὸ θεεὶμ, καὶ ἐπὶ τὰ αἰλὰμ ἔσωθεν τῆς πύλης τῆς αὐλῆς κυκλόθεν· καὶ ὡσαύτως τοῖς αἰλὰμ θυρίδες κύκλῳ ἔσωθεν, καὶ ἐπὶ τὸ αἰλὰμ φοίνικες ἔνθεν καὶ ἔνθεν.

Ezekiel 40:31

31 τοῦ αἰλὰμ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεῦ, καὶ ὀκτὼ κλιμακτῆρες.

Ezekiel 40:37

37 Καὶ τὰ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.

Ezekiel 40:49

49 Καὶ τὸ μῆκος τοῦ αἰλὰμ πηχῶν εἴκοσι, καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπʼ αὐτό, καὶ στῦλοι ἦσαν ἐπὶ τὸ αἰλὰμ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν.

Exodus 27:9-18

9 Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τό πρὸς Λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης· μῆκος ἑκατὸν πήχεων τῷ ἑνὶ κλίτει. 10 Καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες ἀργυραῖ. 11 Οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πήχεων μῆκος· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ· καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων, καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. 12 Τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα. 13 Καὶ εὖρος τῆς αὐλῆς τῆς πρὸς Νότον, ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα. 14 Καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. 15 Καὶ τὸ κλίτος τὸ δεύτερον δεκαπέντε πήχεων τῶν ἱστίων τὸ ὕψος· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. 16 Καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα· εἴκοσι πήχεων τὸ ὕψος ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ῥαφιδευτοῦ· στῦλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες. 17 Πάντες οἱ στῦλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραῖ, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ. 18 Τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφʼ ἑκατόν· καὶ εὖρος πεντήκοντα ἐπὶ πεντήκοντα· καὶ ὕψος πέντε πήχεων ἐκ βύσσου κεκλωσμένης, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ.

Exodus 38:9-12

9 37:7(38:9) Καὶ ἐποίησαν τὴν αὐλήν τὰ πρὸς λίβα, ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφʼ ἑκατόν· 10 37:8(38:10) καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι. 11 37:9(38:11) Καὶ τὸ κλίτος τὸ πρὸς βοῤῥᾶν, ἑκατὸν ἐφʼ ἑκατὸν· καὶ τὸ κλίτος τὸ πρὸς Νότον, ἑκατὸν ἐφʼ ἑκατόν· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι· 12 37:10(38:12) Καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα·

Ezekiel 40:19

19 Καὶ διεμέτρησε τὸ πλάτος τῆς αὐλῆς, ἀπὸ τοῦ αἰθρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατὸν τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ ἤγαγέ με ἐπὶ βοῤῥᾶν,

Ezekiel 40:27-28

27 Καὶ πύλη κατέναντι τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς Νότον, καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὖρος πρὸς Νότον.
28 Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς Νότον, καὶ διεμέτρησε τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα,

Ezekiel 40:44

44 Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν· καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βοῤῥᾶν, φέρουσα πρὸς Νότον, καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς Νότον, βλεπούσης δὲ πρὸς βοῤῥᾶν.

Ezekiel 40:20-21

20 καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βοῤῥᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ, καὶ διεμέτρησεν αὐτὴν, τό, τε μῆκος αὐτῆς καὶ τὸ πλάτος, 21 καὶ τὰ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν καὶ τοὺς φοίνικας αὐτῆς· καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς.

Ezekiel 40:28-29

28 Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς Νότον, καὶ διεμέτρησε τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα, 29 καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ,

Ezekiel 40:35-36

35 Καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν πρὸς βοῤῥᾶν, καὶ διεμέτρησε κατὰ τὰ μέτρα ταῦτα, 36 καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμών, καὶ θυρίδες αὐτῇ κύκλῳ, καὶ τῷ αἰλαμμὼν αὐτῆς, πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος πήχεις εἰκοσιπέντε.

Ezekiel 46:9

9 Καὶ ὅταν εἰσπορεύηται ὁ λαὸς τῆς γῆς ἐναντίον Κυρίου ἐν ταῖς ἑορταῖς, ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς βοῤῥᾶν προσκυνεῖν, ἐξελεύσεται κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Νότον· καὶ ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Νότον, ἐξελεύσεται κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βοῤῥᾶν· οὐκ ἀναστρέψει κατὰ τὴν πύλην εἰς ἣν εἰσελήλυθεν, ἀλλʼ ἢ κατʼ εὐθὺ αὐτῆς ἐξελεύσεται.

Psalms 92:12-13

12 Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται· 13 Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Song of Songs 7:7-8

7 τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. 8 Εἶπα, ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα,

Ezekiel 40:22

22 Καὶ αἱ θυρίδες αὐτῆς, καὶ τὰ αἰλαμμὼν, καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐν ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπʼ αὐτὸν, καὶ τὰ αἰλαμμὼ ἔσωθεν.

Ezekiel 40:32

32 Καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα,

Ezekiel 40:47

47 Καὶ διεμέτρησε τὴν αὐλὴν, μῆκος πηχῶν ἑκατὸν, καὶ εὖρος πήχεις ἑκατὸν, ἐπὶ τὰ τέσσαρα μέρη αὐτῆς, καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου. ʼ

Ezekiel 40:35

35 Καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν πρὸς βοῤῥᾶν, καὶ διεμέτρησε κατὰ τὰ μέτρα ταῦτα,

1 Chronicles 28:11-12

11 Καὶ ἔδωκε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ, καὶ τῶν ζακχῶν αὐτοῦ, καὶ τῶν ὑπερῴων, καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων, καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ, 12 καὶ τὸ παράδειγμα, ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ, τῶν αὐλῶν οἴκου Κυρίου, καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων, καὶ τῶν καταλυμάτων,

Nehemiah 13:5

5 Καὶ ἐποίησεν ἑαυτῷ γαζοφυλάκιον μέγα· καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μαναὰ καὶ τὸν λίβανον καὶ τὰ σκεύη, καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ἆδόντων καὶ τῶν πυλωρῶν, καὶ ἀπαρχὰς τῶν ἱερέων.

Nehemiah 13:9

9 Καὶ εἶπα, καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια· καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ Θεοῦ, τὴν μαναὰ καὶ τὸν λίβανον.

Jeremiah 35:2-4

2 Βάδισον εἰς οἶκον Ἀρχαβεὶν, καὶ ἄξεις αὐτοὺς εἰς οἶκον Κυρίου, εἰς μίαν τῶν αὐλῶν, καὶ ποτιεῖς αὐτοὺς οἶνον.
3 Καὶ ἐξήγαγον τὸν Ἰεζονίαν υἱὸν Ἱερεμὶν υἱοῦ Χαβασὶν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ πᾶσαν τὴν οἰκίαν Ἀρχαβεὶν, 4 καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον Κυρίου εἰς τὸ παστοφόριον υἱῶν Ἰωνὰν, υἱῶν Ἀνανίου, υἱοῦ Γοδολίου ἀνθρώπου τοῦ Θεοῦ, ὅ ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαίου υἱοῦ Σελὼμ, τοῦ φυλάσσοντος τὴν αὐλήν.

Jeremiah 36:10

10 Καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ἱερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.

Ezekiel 40:10

10 καὶ τὰ θεὲ τῆς πύλης τοῦ θεὲ κατέναντι, τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ μέτρον ἓν τοῖς τρισί· μέτρον ἓν τοῖς αἰλὰμ ἔνθεν καὶ ἔνθεν.

Ezekiel 40:21

21 καὶ τὰ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν καὶ τοὺς φοίνικας αὐτῆς· καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς.

Ezekiel 40:28-31

28 Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς Νότον, καὶ διεμέτρησε τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα, 29 καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, 30 καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ, καὶ τῷ αἰλαμμὼν κύκλῳ, πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ τὸ εὖρος πήχεις εἰκοσιπέντε 31 τοῦ αἰλὰμ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεῦ, καὶ ὀκτὼ κλιμακτῆρες.

Ezekiel 44:4

4 Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ ἴδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου· καὶ πίπτω ἐπὶ πρόσωπόν μου.

Ezekiel 47:2

2 Καὶ ἐξήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βοῤῥᾶν, καὶ περιήγαγέ με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ,

Leviticus 1:9

9 Tὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ ἐπιθήσουσιν οἱ ἱερεῖς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.

Leviticus 8:21

21 καὶ τὴν κοιλίαν, καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι. 20 Καὶ ἀνήνεγκε Μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον· ὁλοκαύτωμά ἐστιν εἰς ὀσμὴν εὐωδίας· κάρπωμά ἐστι τῷ Κυρίῳ, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.

2 Chronicles 4:6

6 Καὶ ἐποίησε λουτῆρας δέκα, καὶ ἔθηκε τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν, τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων, καὶ ἀποκλύζειν ἐν αὐτοῖς, καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ.

Ezekiel 40:17

17 Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοφόρια, καὶ περίστυλα κύκλῳ τῆς αὐλῆς, τριάκοντα παστοφόρια ἐν τοῖς περιστύλοις,

Ezekiel 41:10-11

10 καὶ ἀναμέσον τῶν ἐξεδρῶν εὖρος πηχῶν εἴκοσι, τὸ περιφερὲς τῷ οἴκῳ κύκλῳ.
11 Καὶ αἱ θύραι τῶν ἐξεδρῶν ἐπὶ τὸ ἀπόλοιπον τῆς θύρας τῆς μιᾶς τῆς πρὸς βοῤῥᾶν· καὶ ἡ θύρα ἡ μία πρὸς Νότον· καὶ τὸ εὖρος τοῦ φωτὸς τοῦ ἀπολοίπου πηχῶν πέντε πλάτος κυκλόθεν.

Ezekiel 42:13

13 Καὶ εἶπε πρὸς μὲ, αἱ ἐξέδραι αἱ πρὸς βοῤῥᾶν, καὶ αἱ ἐξέδραι αἱ πρὸς Νότον, οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδοὺκ, οἱ ἐγγίζοντες πρὸς Κύριον, τὰ ἅγια τῶν ἁγίων, καὶ ἐκεῖ θήσουσι τὰ ἅγια τῶν ἁγίων, καὶ τὴν θυσίαν, καὶ τὰ περὶ ἁμαρτίας, καὶ τὰ περὶ ἀγνοίας, διότι ὁ τόπος ἅγιος.

Leviticus 1:3-17

3 Ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ, ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον προσάξει πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, προσοίσει αὐτὸ δεκτὸν ἐναντίον Κυρίου. 4 Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος δεκτὸν αὐτῷ, ἐξιλάσασθαι περὶ αὐτοῦ. 5 καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου· καὶ προσοίσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου· 6 Καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη, 7 καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπιστοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ. 8 Καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὰ διχοτομήματα, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου. 9 Tὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ ἐπιθήσουσιν οἱ ἱερεῖς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. 10 Ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἀπό τε τῶν ἀρνῶν, καὶ τῶν ἐρίφων εἰς ὁλοκαυτώματα, ἄρσεν ἄμωμον προσάξει αὐτὸ. 11 Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βοῤῥᾶν ἔναντι Κυρίου· καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. 12 Καὶ διελοῦσιν αὐτὸ κατὰ μέλη, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ· καὶ ἐπιστοιβάσουσιν οἱ ἱερεῖς αὐτὰ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ἐπὶ τοῦ θυσιαστηρίου. 13 Καὶ τὰ ἐγκοίλια, καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα, καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι, θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. 14 Ἐὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρει δῶρον αὐτοῦ τῷ Κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων, ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ. 15 Καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον, καὶ ἀποκνίσει τὴν κεφαλὴν, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου. 16 Καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς, καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατὰ ἀνατολάς εἰς τὸν τόπον τῆς σποδοῦ· 17 Καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων, καὶ οὐ διελεῖ, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός· κάρπωμά ἐστι θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.

Leviticus 4:2-3

2 Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραήλ, λέγων, ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι Κυρίου ἀκουσίως ἀπὸ πάντων τῶν προσταγμάτων Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ ποιήσει ἕν τι ἀπʼ αὐτῶν· 3 Ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ περὶ τῆς ἁμαρτίας.

Leviticus 4:13-35

13 Ἐὰν δὲ πᾶσα συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ ἀκουσίως, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, 14 καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία, ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας, καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 15 Καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου. 16 Καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. 17 Καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ ἑπτάκις ἔναντι Κυρίου, κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου. 18 Καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων, τοῦ πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου. 19 Καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπʼ αὐτοῦ, καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον. 20 Καὶ ποιήσει τὸν μόσχον, ὃν τρόπον ἐποίησε τὸν μόσχον τὸν τῆς ἁμαρτίας, οὕτω ποιηθήσεται· καὶ ἐξιλάσεται περί αὐτῶν ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία. 21 Καὶ ἐξοίσουσι τὸν μόσχον ὅλον ἔξω τῆς παρεμβολῆς, καὶ κατακαύσουσι τὸν μόσχον, ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον. ἁμαρτία συναγωγῆς ἐστιν.
22 Ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ἣ οὐ ποιηθήσεται, ἀκουσίως, καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ, 23 καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον. 24 Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου· καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα ἐνώπιον Κυρίου· ἁμαρτία ἐστί. 25 Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων. 26 Καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον, ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ.
27 Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς, ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ· 28 καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν, θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτε. 29 Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ ἁμαρτήματος αὐτοῦ· καὶ σφάξουσι τὴν χίμαιραν τὴν τῆς ἁμαρτίας ἐν τῷ τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα. 30 Καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ, καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου. 31 Καὶ πᾶν τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ ἀπὸ θυσίας σωτηρίου· καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτῷ.
32 Ἐὰν δὲ πρόβατον προσενέγκῃ τὸ δῶρον αὐτοῦ περὶ τῆς ἁμαρτίας, θῆλυ ἄμωμον προσοίσει αὐτό. 33 Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ τῆς ἁμαρτίας· καὶ σφάξουσιν αὐτὸ ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα. 34 Καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ, ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῆς ὁλοκαρπώσεως· καὶ πᾶν αὐτοῦ τὸ αἷμα ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως. 35 Καὶ πᾶν αὐτοῦ τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ προβάτου ἐκ τῆς θυσίας τοῦ σωτηρίου· καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα Κυρίου· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ.

Leviticus 5:6-13

6 Καὶ οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία. 7 Ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας, καὶ ἕνα εἰς ὁλοκαύτωμα. 8 Καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα· καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον· καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου, καὶ οὐ διελεῖ. 9 Καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου· τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· ἁμαρτία γάρ ἐστι. 10 Καὶ τὸ δεύτερον ποιήσει ὁλοκάρπωμα, ὡς καθήκει· καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ.
11 Ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων, ἢ δύο νοσσοὺς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ, περὶ οὗ ἥμαρτε, τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως περὶ ἁμαρτίας· οὐκ ἐπιχεεῖ ἐπʼ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπʼ αὐτῷ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστί. 12 Καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα· καὶ δραξάμενος ὁ ἱερεὺς ἀπʼ αὐτῆς πλήρη τὴν δράκα, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίῳ· ἁμαρτία ἐστί. 13 Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν ἀφʼ ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ· τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ, ὡς θυσία τῆς σεμιδάλεως.

Leviticus 6:6

6 5(6) Καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ Κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον, τιμῆς, εἰς ὃ ἐπλημμέλησε.

Leviticus 7:1-2

1 31 Καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας· ἅγια ἁγίων ἐστίν. 2 32 Ἐν τόπῳ οὗ σφάζουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὸν κριὸν τῆς πλημμελείας ἔναντι Κυρίου· καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ.

Isaiah 53:5

5 Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπʼ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

Isaiah 53:10

10 Καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἀφελεῖν

Ezekiel 40:42

42 Καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι, πήχεως καὶ ἡμίσους τὸ πλάτος, καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μῆκος, καὶ ἐπὶ πῆχυν τὸ ὕψος· ἐπʼ αὐτὰ ἐπιθήσουσι τὰ σκεύη, ἐν οἷς σφάζουσιν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα.

Ezekiel 41:22

22 θυσιαστηρίου ξυλίνου, πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ, καὶ τὸ μῆκος πηχῶν δύο, καὶ τὸ εὖρος πηχῶν δύο· καὶ κέρατα εἶχε, καὶ ἡ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι· καὶ εἶπε πρὸς μὲ, αὕτη ἡ τράπεζα, ἡ πρὸ προσώπου Κυρίου.

Ezekiel 44:16

16 Οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου, τοῦ λειτουργεῖν μοι, καὶ φυλάξουσι τὰς φυλακάς μου.

Ezekiel 46:2

2 Καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης τῆς ἔσωθεν, καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τῆς πύλης, καὶ ποιήσουσιν οἱ ἱερεῖς τὰ ὁλοκαυτώματα αὐτοῦ, καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ·

Malachi 1:7

7 Προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε, ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς, τράπεζα Κυρίου ἠλισγημένη ἐστὶ, καὶ τὰ ἐπιτιθέμενα ἐξουδενώσατε.

Malachi 1:12

12 Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς, τράπεζα Κυρίου ἠλισγημένη ἐστὶ, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωται βρώματα αὐτοῦ.

Ezekiel 40:39-40

39 ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας. 40 Καὶ κατὰ νώτου τοῦ ῥύακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς βοῤῥᾶν, δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τῆς δευτέρας, καὶ τοῦ αἰλὰμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς.

Exodus 20:25

25 Ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπʼ αὐτούς, καὶ μεμίανται.

Ezekiel 40:39

39 ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας.

Leviticus 1:6

6 Καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη,

Leviticus 1:8

8 Καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὰ διχοτομήματα, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου.

Leviticus 8:20

20 19 Καὶ τὸν κριὸν ἐκρεανόμησε κατὰ μέλη· καὶ ἀνήνεγκε Μωυσῆς τὴν κεφαλὴν, καὶ τὰ μέλη καὶ τὸ στέαρ·

1 Chronicles 6:31-32

31 Καὶ οὗτοι οὓς κατέστησε Δαυὶδ ἐπὶ χεῖρας ἆδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ. 32 Καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου ἐν Ἱερουσαλήμ· καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν.

1 Chronicles 16:41-43

41 Καὶ μετʼ αὐτοῦ Αἰμὰν καὶ Ἰδιθοὺν, καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπʼ ὀνόματος τοῦ αἰνεῖν τὸν Κύριον, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 42 Καὶ μετʼ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, οἱ δὲ υἱοὶ Ἰδιθοὺν εἰς τὴν πύλην.
43 Καὶ ἐπορεύθη πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψε Δαυὶδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ.

1 Chronicles 25:1-31

1 Καὶ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺν, τοὺς ἀποφθεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν·
2 Υἱοὶ Ἀσάφ, Σακχοὺρ, Ἰωσὴφ, καὶ Ναθανίας, καὶ Ἐραήλ· υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως.
3 Τῷ Ἰδιθοὺν, υἱοὶ Ἰδιθοὺν, Γοδολίας, καὶ Σουρὶ, καὶ Ἰσέας, καὶ Ἀσαβίας, καὶ Ματθαθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθοὺν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ.
4 Τῷ Αἰμὰν, υἱοὶ Αἰμὰν, Βουκίας, καὶ Ματθανίας, καὶ Ὀζιὴλ, καὶ Σουβαὴλ, καὶ Ἰεριμὼθ, καὶ Ἀνανίας, καὶ Ἀνὰν, καὶ Ἑλιαθὰ, καὶ Γοδολλαθὶ, καὶ Ῥωμετθιέζερ, καὶ Ἰεσβασακὰ, καὶ Μαλλιθὶ, καὶ Ὠθηρὶ, καὶ Μεαζώθ. 5 Πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ, ὑψῶσαι κέρας· καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς. 6 Πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως, καὶ Ἀσὰφ, καὶ Ἰδιθοὺν, καὶ Αἰμάν.
7 Καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν δεδιδαγμένοι ᾄδειν Κυρίῳ πᾶς συνιών, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.
8 Καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν τελείων καὶ μανθανόντων. 9 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσὰφ τῷ Ἰωσὴφ Γοδολίας· ὁ δεύτερος Ἡνεία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 10 Ὁ τρίτος Ζακχοὺρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 11 Ὁ τέταρτος Ἰεσρὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 12 Ὁ πέμπτος Νάθαν, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 13 Ὁ ἕκτος Βουκίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 14 Ὁ ἕβδομος Ἰσεριὴλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 15 Ὁ ὄγδοος Ἰωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 16 Ὁ ἔνατος Ματθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 17 Ὁ δέκατος Σεμεΐα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 18 Ὁ ἑνδέκατος Ἀσριὴλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 19 Ὁ δωδέκατος Ἀσαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 20 Ὁ τρισκαιδέκατος Σουβαὴλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 21 Ὁ τεσσαρεσκαιδέκατος Ματθαθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 22 Ὁ πεντεκαιδέκατος Ἰεριμὼθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 23 Ὁ ἑκκαιδέκατος Ἀνανία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 24 Ὁ ἑπτακαιδέκατος Ἰεσβασακὰ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 25 Ὁ ὀκτωκαιδέκατος Ἀνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 26 Ὁ ἐννεακαιδέκατος Μαλλιθὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 27 Ὁ εἰκοστὸς Ἑλιαθὰ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 28 Ὁ εἰκοστὸς πρῶτος Ὠθηρὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 29 Ὁ εἰκοστὸς δεύτερος Γοδολλαθὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 30 Ὁ εἰκοστὸς τρίτος Μεαζὼθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 31 Ὁ εἰκοστὸς τέταρτος Ῥωμετθιέζερ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο.

Leviticus 8:35

35 Καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας, ἡμέραν καὶ νύκτα· φυλάξεσθε τὰ φυλάγματα Κυρίου, ἵνα μὴ ἀποθάνητε· οὕτω γὰρ ἐνετείλατό μοι Κύριος ὁ Θεὸς.

Numbers 3:27-28

27 Τῷ Καὰθ δῆμος ὁ Ἀμρὰμ εἷς, καὶ δῆμος ὁ Ἰσσαὰρ εἷς, καὶ δῆμος ὁ Χεβρὼν εἷς, καὶ δῆμος ὁ Ὀζιὴλ εἷς· οὗτοί εἰσιν οἱ δῆμοι τοῦ Καάθ, κατὰ ἀριθμόν. 28 Πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἐξακόσιοι, φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων.

Numbers 3:32

32 Καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν, Ἐλεάζαρ ὁ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων.

Numbers 3:38

38 Οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ ἀνατολῆς, Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰσραήλ· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος, ἀποθανεῖται.

Numbers 18:5

5 Καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων, καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ἰσραήλ.

1 Chronicles 6:49

49 Καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων, καὶ ἐξιλάσκεσθαι περὶ Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ Θεοῦ.

1 Chronicles 9:23

23 Καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου, καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν.

2 Chronicles 13:11

11 θυμιῶσι τῷ Κυρίῳ ὁλοκαύτωμα πρωῒ καὶ δείλης, καὶ θυμίαμα συνθέσεως, καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λύχνοι τῆς καύσεως ἀνάψαι δείλης· ὅτι φυλάσσομεν ἡμεῖς τὰς φυλακὰς Κυρίου τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν.

Psalms 134:1

1 Ὠδὴ τῶν ἀναβαθμῶν.
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν·

Ezekiel 8:5

5 Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βοῤῥᾶν· καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βοῤῥᾶν, καὶ ἰδοὺ ἀπὸ βοῤῥᾶ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς.

Malachi 2:4-7

4 Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος παντοκράτωρ.
5 Ἡ διαθήκη μου ἦν μετʼ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν· 6 νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετʼ ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. 7 Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν.

Leviticus 6:12-13

12 Καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπʼ αὐτοῦ, καὶ οὐ σβεσθήσεται· καὶ καύσει ἐπʼ αὐτοῦ ὁ ἱερεὺς ξύλα τοπρωῒ πρωῒ, καὶ στοιβάσει ἐπʼ αὐτοῦ τὴν ὁλοκαύτωσιν, καὶ ἐπιθήσει ἐπʼ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου. 13 Καὶ πῦρ διαπαντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται.

Leviticus 10:3

3 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών, τοῦτό ἐστιν, ὃ εἶπε Κύριος, λέγων, ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι, καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι· καὶ κατενύχθη Ἀαρών.

Numbers 16:5

5 Καὶ ἐλάλησε πρὸς Κορὲ καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν, λέγων, ἐπέσκεπται καὶ ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ προσηγάγετο πρὸς ἑαυτόν· καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν.

Numbers 16:40

40 μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ, ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενὴς, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρὼν, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου· καὶ οὐκ ἔσται ὥσπερ Κορὲ, καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ.

1 Kings 2:35

35 Καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν Ἰωδαὲ ἀντʼ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἱερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιάθαρ. Καὶ Σαλωμὼν υἱὸς Δαωὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ· καὶ ἔδωκε Κύριος φρόνσιν τῷ Σαλωμὼν, καὶ σοφίαν πολλὴν σφόδρα, καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν.
Καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου· Καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ, καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ, καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε.
Καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδας αἴροντες ἄρσιν, καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει· καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν, καὶ τὰ ὑποστηρίγματα, καὶ τοὺς λουτῆρας τοὺς μεγάλους, καὶ τοὺς στύλους, καὶ τὴν κρήνην τῆς αὐλῆς, καὶ τὴν θάλασσαν τὴν χαλκῆν· καὶ ᾠκοδόμησε τὴν ἄκραν ἔπάλξιν ἐπʼ αὐτῆς, διέκοψε τὴν πόλιν Δαυίδ· οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν· καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον. Καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμὼν, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα· καὶ ᾠκοδόμησε τὴν Ἀσσοὺρ, καὶ τὴν Μαγδὼ, καὶ τὴν Γαζὲρ, καὶ τὴν Βαιθωρὼν τὴν ἐπάνω, καὶ τὰ Βααλάθ· πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας.
Καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῆν, ἐνετείλατο τῷ Σαλωμὼν, λέγων, ἰδοὺ μετὰ σοῦ Σεμεῒ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμενὶ ἐκ Χεβρών· οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς· καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντὴν μοι ἐπὶ τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου, λέγων, εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ· καὶ νῦν μὴ ἀθωώσῃς αὐτὸν, ὅτι ἀνὴρ φρόνιμος σὺ· καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.

Ezekiel 43:19

19 Καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευίταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδοὺκ τοῖς ἐγγίζουσι πρὸς μὲ, λέγει Κύριος ὁ Θεὸς, τοῦ λειτουργεῖν μοι μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας.

Ezekiel 44:15

15 Οἱ ἱερεῖς οἱ Λευῖται, οἱ υἱοὶ τοῦ Σαδδοὺκ, οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου, ἐν τῷ πλανᾶσθαι οἶκον Ἰσραὴλ ἀπʼ ἐμοῦ, οὗτοι προσάξουσι πρὸς μὲ, τοῦ λειτουργεῖν μοι, καὶ στήσονται πρὸ προσώπου μου, τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἷμα, λέγει Κύριος ὁ Θεός.

Ezekiel 45:4

4 Ἀπὸ τῆς γῆς ἔσται τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν τῷ ἁγίῳ, καὶ ἔσται τοῖς ἐγγίζουσι λειτουργεῖν τῷ Κυρίῳ· καὶ ἔσται αὐτοῖς τόπος εἰς οἴκους ἀφωρισμένους τῷ ἁγιασμῷ αὐτῶν,

Ezekiel 48:11

11 τοῖς ἱερεῦσι, τοῖς ἡγιασμένοις υἱοῖς Σαδδοὺκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν Ἰσραὴλ, ὃν τρόπον ἐπλανήθησαν οἱ Λευῖται.

1 Kings 6:3

3 Καὶ τὸ αἰλὰμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσι ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου, κατὰ πρόσωπον τοῦ οἴκου, καὶ ᾠκοδόμησε τὸν οἶκον, καὶ συνετέλεσεν αὐτόν.

2 Chronicles 3:4

4 Καὶ αἰλὰμ κατὰ πρόσωπον τοῦ οἴκου, μῆκος ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι, καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι, καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ.

1 Kings 7:15-21

15 Καὶ ἐχώνευσε τοὺς δύο στήλους τῷ αἰλὰμ τοῦ οἴκου· ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου· καὶ περίμετρον τεσσαρεσκαίδεκα πήχεις ἐκύκλου αὐτὸν τὸ πάχος τοῦ στύλου· τεσσάρων δακτύλων τὰ κοιλώματα· καὶ οὕτως ὁ στῦλος ὁ δεύτερος· 16 Καὶ δύο ἐπιθέματα ἐποίησε δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων χωνευτά· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνὸς, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου. 17 Καὶ ἐποίησε δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων· καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνί, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ. 18 Καὶ ἔργον κρεμαστὸν, δύο στίχοι ῥοῶν χαλκῶν, δεδικτυωμένοι, ἔργον κρεμαστὸν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησε τῷ ἐπιθέματι τῷ δευτέρῳ. 19 20  20 21 Καὶ ἔστησε τοὺς στύλους τοῦ αἰλὰμ τοῦ ναοῦ· καὶ ἔστησε τὸν στῦλον τὸν ἕνα, καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰαχούμ· καὶ ἔστησε τὸν στῦλον τὸν δεύτερον, καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ Βολώξ. 21 19 Καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αἰλὰμ τεσσάρων πηχῶν· καὶ μέλαθρον ἐπʼ ἀμφοτέρων τῶν στύλων· καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει.

2 Chronicles 3:17

17 Καὶ ἔστησε τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν, καὶ τὸν ἕνα ἐξ εὐωνύμων· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ ἐκ δεξιῶν, Κατόρθωσις, καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν, Ἰσχύς.

Jeremiah 52:17-23

17 Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου, καὶ τὰς βάσεις, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἔλαβον τὸν χαλκὸν αὐτῶν, καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα. 18 Καὶ τὴν στεφάνην, καὶ τὰς φιάλας, καὶ τὰς κρεάγρας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς, 19 καὶ τὰς ἀπφὼθ, καὶ τὰς μασμαρὼθ, καὶ τοὺς ὑποχυτῆρας, καὶ τὰς λυχνίας, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, ἃ ἦν χρυσᾶ χρυσᾶ, καὶ ἃ ἦν ἀργυρᾶ ἀργυρᾶ, ἔλαβεν ὁ ἀρχιμάγειρος. 20 Καὶ οἱ στῦλοι δύο, καὶ ἡ θάλασσα μία, καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς θαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν εἰς οἶκον Κυρίου, οὗ οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν.
21 Καὶ οἱ στῦλοι τριακονταπέντε πηχῶν ὕψος τοῦ στύλου τοῦ ἑνὸς, καὶ σπαρτίον δώδεκα πήχεων περιεκύκλου αὐτὸν, καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ, 22 καὶ γεῖσος ἐπʼ αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεων τὸ μῆκος, ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνὸς, καὶ δίκτυον καὶ ῥόαι ἐπὶ τοῦ γείσους κύκλῳ τὰ πάντα χαλκᾶ, καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ ὀκτὼ ῥόαι τῷ πήχει τοῖς δώδεκα πήχεσι. 23 Καὶ ἦσαν αἱ ῥόαι ἐννενηκονταὲξ τὸ ἓν μέρος, καὶ ἦσαν αἱ πᾶσαι ῥόαι ἑκατὸν ἐπὶ τοῦ δικτύου κύκλῳ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.