Genesis 1:28 Cross References - Brenton_Greek

28 Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων, αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.

Genesis 1:22

22 Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς, λέγων, αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς.

Genesis 8:17

17 Καὶ πάντα τὰ θηρία ὅσα ἐστὶ μετὰ σοῦ, καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς, ἐξάγαγε μετὰ σεαυτοῦ, καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.

Genesis 9:1

1 Καὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ· καὶ εἶπεν αὐτοῖς· αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.

Genesis 9:7

7 Ὑμεῖς δὲ αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.

Genesis 17:16

16 Εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται.

Genesis 17:20

20 Περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν, καὶ αὐξανῶ αὐτόν, καὶ πληθυνῶ αὐτὸν σφόδρα δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα.

Genesis 22:17-18

17 Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων. 18 Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθʼ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.

Genesis 24:60

60 Καὶ εὐλόγησαν Ῥεβέκκαν, καὶ εἶπαν αὐτῇ, ἀδελφὴ ἡμῶν εἶ, γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.

Genesis 26:3-4

3 Καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ, καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην· καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τῷ Ἁβραὰμ τῷ πατρί σου. 4 Καὶ πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην· καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.

Genesis 26:24

24 Καὶ ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν, ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου διʼ Ἁβραὰμ τὸν πατέρα σου.

Genesis 33:5

5 Καὶ ἀναβλέψας Ἡσαῦ εἶδε τὰς γυναῖκας καὶ τὰ παιδία· καὶ εἶπε, τί ταῦτά σοι ἐστίν; ὁ δὲ εἶπε, τὰ παιδία, οἷς ἠλέησεν ὁ Θεὸς τὸν παῖδά σου.

Genesis 49:25

25 Καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς, καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν, καὶ εὐλογίαν γῆς ἐχούσης πάντα, εἵνεκεν εὐλογίας μαστῶν καὶ μήτρας,

Leviticus 26:9

9 Καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθʼ ὑμῶν.

1 Chronicles 4:10

10 Καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν Θεὸν Ἰσραὴλ, λέγων, ἐὰν εὐλογῶν εὐλογήσῃς με, καὶ πληθύνῃς τὰ ὅριά μου, καὶ ᾖ ἡ χείρ σου μετʼ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με· καὶ ἐπήγαγεν ὁ Θεὸς πάντα ὅσα ᾐτήσατο.

1 Chronicles 26:5

5 Ἀμιὴλ ὁ ἕκτος, Ἰσσάχαρ ὁ ἕβδομος, Φελαθὶ ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ Θεός.

Job 42:12

12 Ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα Ἰὼβ, ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ, πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι.

Psalms 69:34

34 Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.

Psalms 107:38

38 Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνε.

Psalms 127:1-5

1 Ὠδὴ τῶν ἀναβαθμῶν.
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. 2 Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν· ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
3 Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. 4 Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. 5 Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

Psalms 128:3-4

3 Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
4 Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.

Isaiah 45:18

18 Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, οὗτος ὁ Θεὸς ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, αὐτὸς διώρισεν αὐτὴν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτὴν, ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.