36 Καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηράσαι αὐτόν· καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
Genesis 24:36 Cross References - Brenton_Greek
Genesis 11:29-30
Genesis 17:15-19
15 Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἁβραάμ, Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. 16 Εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται. 17 Καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐγέλασε· καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ, λέγων, εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάῤῥα ἐνενήκοντα ἐτῶν τέξεται; 18 Εἶπε δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου. 19 Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἁβραὰμ, ναί· ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ· καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν, εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν.
Genesis 18:10-14
10 Εἶπε δὲ, ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου. Σάῤῥα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς οὖσα ὄπισθεν αὐτοῦ. 11 Ἁβραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβεβηκότες ἡμερῶν· ἐξέλιπε δὲ τῇ Σάῤῥᾳ γίνεσθαι τὰ γυναικεῖα. 12 Ἐγέλασε δὲ Σάῤῥα ἐν ἑαυτῇ λέγουσα, οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος. 13 Καὶ εἶπε Κύριος πρὸς Ἁβραὰμ, τί ὅτι ἐγέλασε Σάῤῥα ἐν ἑαυτῇ, λέγουσα, ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα. 14 Μὴ ἀδυνατήσει παρὰ τῷ Θεῷ ῥῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.
Genesis 21:1-7
1 Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπε· καὶ ἐποίησε Κύριος τῇ Σάῤῥᾳ, καθὰ ἐλάλησε. 2 Καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἁβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν καθὰ ἐλάλησεν αὐτῷ Κύριος. 3 Καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ. 4 Περιέτεμε δὲ Ἁβραὰμ τὸν Ἰσαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεὸς. 5 Καὶ Ἁβραὰμ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. 6 Εἶπε δὲ Σάῤῥα, γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. 7 Καὶ εἶπε, τίς ἀναγγελεῖ τῷ Ἁβραὰμ ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου.
Genesis 21:10
10 Καὶ εἶπε τῷ Ἁβραὰμ, ἔκβαλε τὴν παιδίσκην ταύτην, καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ.
Genesis 25:5
5 Ἔδωκε δὲ Ἁβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ.