51 Ἰδοὺ Ῥεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε· καὶ ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος.
Genesis 24:51 Cross References - Brenton_Greek
Genesis 20:15
15 Καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραὰμ, ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.
Genesis 24:15
15 Καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουὴλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχὼρ, ἀδελφοῦ δὲ Ἁβραὰμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
2 Samuel 16:10
10 Καὶ εἶπεν ὁ βασιλεὺς, τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας; καὶ ἄφετε αὐτὸν, καὶ οὕτως καταράσθω, ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ· καὶ τίς ἐρεῖ, ὡς τί ἐποίησας οὕτως;