36 Εἶπε δὲ αὐτοῖς Ἰακὼβ ὁ πατὴρ αὐτῶν, ἐμὲ ἠτεκνώσατε· Ἰωσὴφ οὔκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπʼ ἐμὲ ἐγένετο ταῦτα πάντα.
Genesis 42:36 Cross References - Brenton_Greek
Genesis 37:20-35
20 Νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων· καὶ ἐροῦμεν, θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα, τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. 21 Ἀκούσας δὲ Ῥουβὴν, ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν· καὶ εἶπεν, οὐ πατάξωμεν αὐτὸν εἰς ψυχήν. 22 Εἶπε δὲ αὐτοῖς Ῥουβὴν, μὴ ἐκχέητε αἷμα· ἐμβάλλετε αὐτὸν εἰς ἕνα τῶν λάκκων τούτων τῶν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. 23 Ἐγένετο δὲ ἡνίκα ἦλθεν Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐξέδυσαν Ἰωσὴφ τὸν χιτῶνα τὸν ποικίλον τὸν περὶ αὐτόν. 24 Καὶ λαβόντες αὐτὸν, ἔῤῥιψαν εἰς τὸν λάκκον· ὁ δὲ λάκκος κενός, ὕδωρ οὐκ εἶχε. 25 Ἐκάθισαν δὲ φαγεῖν ἄρτον· καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς εἶδον, καὶ ἰδοὺ ὁδοιπόροι Ἰσμαηλῖται ἤρχοντο ἐκ Γαλαάδ· καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμαν θυμιαμάτων καὶ ῥητίνης καὶ στακτῆς, ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον.
26 Εἶπε δὲ Ἰούδας πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, τί χρήσιμον, ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμῶν, καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ; 27 Δεῦτε ἀποδώμεθα αὐτὸν τοῖς Ἰσμαηλίταις τούτοις· αἱ δὲ χεῖρες ἡμῶν μὴ ἔστωσαν ἐπʼ αὐτόν, ὅτι ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστιν. Ἤκουσαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ. 28 Καὶ παρεπορεύοντο οἱ ἄνθρωποι οἱ Μαδιηναῖοι ἔμποροι, καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν τὸν Ἰωσὴφ ἐκ τοῦ λάκκου· καὶ ἀπέδοντο τὸν Ἰωσὴφ τοῖς Ἰσμαηλίταις εἴκοσι χρυσῶν. Καὶ κατήγαγον τὸν Ἰωσὴφ εἰς Αἴγυπτον. 29 Ἀνέστρεψε δὲ Ῥουβὴν ἐπὶ τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν Ἰωσὴφ ἐν τῷ λάκκῳ· καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ. 30 Καὶ ἐπέστρεψε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ εἶπε, τὸ παιδάριον οὐκ ἔστιν· ἐγὼ δὲ ποῦ πορεύομαι ἔτι; 31 Λαβόντες δὲ τὸν χιτῶνα τοῦ Ἰωσὴφ, ἔσφαξαν ἔριφον αἰγῶν, καὶ ἐμόλυναν τὸν χιτῶνα τῷ αἵματι. 32 Καὶ ἀπέστειλαν τὸν χιτῶνα τὸν ποικίλον, καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν· καὶ εἶπαν, τοῦτον εὕρομεν, ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν, ἢ οὔ. 33 Καὶ ἐπέγνω αὐτὸν, καὶ εἶπε, χιτὼν τοῦ υἱοῦ μου ἐστι· θηρίον πονηρὸν κατέφαγεν αὐτόν· θηρίον ἥρπασε τὸν Ἰωσήφ. 34 33 Διέῤῥηξε δὲ Ἰακὼβ τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφῦν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. 35 34 Συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες, καὶ ἦλθον παρακαλέσαι αὐτόν· καὶ οὐκ ἤθελε παρακαλεῖσθαι, λέγων, ὅτι καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου· καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ.

Genesis 43:14
14 Ὁ δὲ Θεὸς μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα, καὶ τὸν Βενιαμίν· ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι, ἠτέκνωμαι.
Genesis 45:28
28 Εἶπε δὲ Ἰσραὴλ, μέγα μοί ἐστὶν, εἰ ἔτι Ἰωσὴφ ὁ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με.
Genesis 47:12
12 Καὶ ἐσιτομέτρει Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ, καὶ τοῖς ἀδελφοῖς, καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, σῖτον κατὰ σῶμα.
1 Samuel 27:1
1 Καὶ εἶπε Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων, νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ· καὶ οὐκ ἔστι μοι ἀγαθὸν ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων, καὶ ἀνῇ ἀπʼ ἔμοῦ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ἰσραὴλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ.
Job 7:7
7 Μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ, καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.
Psalms 34:19
19 Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.
Ecclesiastes 7:8
8 9 Ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτοῦ, ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι.
Isaiah 27:9
9 Διατοῦτο ἀφαιρεθήσεται ἀνομία Ἰακὼβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι τὴν ἁμαρτίαν αὐτοῦ, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους, ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα, ὥσπερ δρυμὸς μακράν.
Isaiah 38:10
10 Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου, πορεύσομαι ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.
Isaiah 41:10
10 Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, μὴ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.