13 Ταῦτα πάντα ἔσοται ἐν τῇ γῆ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητὸς,
Isaiah 24:13 Cross References - Brenton_Greek
Isaiah 1:9
9 Καὶ εἰ μὴ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.
Isaiah 6:13
13 καὶ ἔτι ἐπʼ αὐτῆς ἔστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος, καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.
Isaiah 10:20-22
20 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. 21 Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. 22 Καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. Λόγον συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ,
Isaiah 17:5-6
5 Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα σταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ. 6 Καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπʼ ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῆ· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ.
Jeremiah 44:28
28 Καὶ οἱ σεσωσμένοι ἀπὸ ῥομφαίας ἐπιστρέψουσιν εἰς γῆν Ἰούδα ὀλίγοι ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι Ἰούδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ, κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐμενεῖ.
Ezekiel 6:8-11
8 Ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασῳζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσι, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις, 9 καὶ μνησθήσονταί μου οἱ ἀνασῳζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ· ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπʼ ἐμοῦ, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν· καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν· 10 Καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος λελάληκα.
11 Τάδε λέγει Κύριος, κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ πόδι, καὶ εἰπόν, εὖγε εὖγε ἐπὶ πᾶσι τοῖς βδελύγμασιν οἴκου Ἰσραήλ· ἐν ῥομφαίᾳ καὶ ἐν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται.
11 Τάδε λέγει Κύριος, κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ πόδι, καὶ εἰπόν, εὖγε εὖγε ἐπὶ πᾶσι τοῖς βδελύγμασιν οἴκου Ἰσραήλ· ἐν ῥομφαίᾳ καὶ ἐν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται.
Ezekiel 7:16
16 Καὶ ἀνασωθήσονται οἱ ἀνασῳζόμενοι ἐξ αὐτῶν, καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· πάντας ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ.
Ezekiel 9:4-6
4 καὶ εἶπε πρὸς αὐτὸν, δίελθε μέσην τὴν Ἱερουσαλὴμ, καὶ δὸς σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. 5 Καὶ τούτοις εἶπεν ἀκούοντός μου, πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε. 6 Πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφʼ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε· ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.
Καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ.
Καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ.
Ezekiel 11:16-20
16 Διατοῦτον εἰπὸν,
Τάδε λέγει Κύριος, ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ. 17 Διατοῦτο εἶπὸν, τάδε λέγει Κύριος, καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς· καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ἰσραήλ.
18 Καὶ εἰσελεύσονται ἐκεῖ, καὶ ἐξαροῦσι πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς. 19 Καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν, καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς, καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην· 20 ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται, καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτὰ, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.

Ezekiel 14:22-23
22 καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ, οἱ ἀνασεσωσμένοι αὐτῆς, οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας, ἰδοὺ ἐκπορεύονται πρὸς ὑμᾶς, καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακὰ ἃ ἐπήγαγον ἐπὶ Ἱερουσαλὴμ, πάντα τὰ κακὰ ἃ ἐπήγαγαν ἐπʼ αὐτήν. 23 Καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει Κύριος.
Micah 2:12
12 συναγόμενος συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν· ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, ἐπιτοαυτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτοῦ· ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν· ἐξαλοῦνται ἐξ ἀνθρώπων