Isaiah 36:11 Cross References - Brenton_Greek

11 Καὶ εἶπε πρὸς αὐτὸν Ἑλιακεὶμ, καὶ Σομνᾶς, καὶ Ἰωὰχ, λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί· ἀκούομεν γὰρ ἡμεῖς· καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί· καὶ ἱνατί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει;

2 Kings 18:26-27

26 Καὶ εἶπεν Ἑλιακὶμ υἱὸς Χελκίου καὶ Σωμνὰς καὶ Ἰωὰς πρὸς Ῥαψάκην, λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστὶ, ὅτι ἀκούομεν ἡμεῖς· καὶ οὐ λαλήσεις μεθʼ ἡμῶν Ἰουδαϊστὶ· καὶ ἱνατί λαλεῖς ἐν τοῖς ὠσὶ τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους; 27 Καὶ εἶπε πρὸς αὐτοὺς Ῥαψάκης, μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους, τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν, καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθʼ ὑμῶν ἅμα;

Ezra 4:7

7 Καὶ ἐν ἡμέραις Ἀρθασασθὰ ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Ταβεὴλ καὶ τοῖς λοιποῖς συνδούλοις· πρὸς Ἀρθασασθὰ βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἡρμηνευμένην.

Daniel 2:4

4 Καὶ ἐλάλησαν οἰ Χαλδαῖοι τῷ βασιλεῖ Συριστὶ, βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισί σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.